τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις. ἀπεκομίζοντο γὰρ, ὡς ἔφην, πρὸς τοῦτό τινες ταῖς παρανομως συνηρμοσμέναις ἑπόμενοι, καὶ τοῖς ἐκείνων θελήμασι πάντα σείοντες κάλων, καθάπερ ἀμέλει καὶ ἐν Σάττειν 2 συνήπτοντο μὲν ταῖς Μαδιανιτῶν, ἤτοι Μωαβιτῶν γυναιξὶν
οἱ ἐξ Αἰγύπτου λελυτρωμένοι. κατώλισθον δὲ κατὰ βραχὺ ληρίας εἰς τοῦτο καὶ ἀνοσίου φρενὸς, ὥστε καὶ ἐτελέσθησαν 3 τῷ Βεελφεγώρ. ταύτης ἕνεκα τῆς αἰτίας οἱ τάλανες διολώ- 4 λασιν. ἐπαρᾶται δὴ οὖν ὁ τῶν ὅλων Θεὸς τὸν ποιοῦντα ταῦτα, καὶ τῶν οὕτως ἐκτόπων ἐπιτηδευμάτων ἀνόσιον
ἐραστήν· καὶ εἶπερ τις εἴη τελῶν ἐν λαοῖς, ἕως ἃν ὀλοθρευθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, τουτέστιν, ἕως ἃν ὁλοτελῶς ἀπόλοιτο, καὶ τὴν τοῦ γεγενῆσθαι μνήμην ζημιοῦ μένος· εἰ δὲ δή τις εἴη τῶν τεταγμένων εἰς ἱερουργίαν, ἕως ἃν ταπεινωθῇ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι, τουτέστιν,
ἄχρις ἃν ἀπόλοιτο καὶ τῶν ἱερατικῶν ἐκπέμποιτο καταλόγων. 5 συγκατώλισθον γὰρ τοῖς ἄλλοις, ὡς ἔφην, καὶ τῶν ἱερέων τινὲς εἰς τὰ τῶν λαῶν ἐγκλήματα, καὶ γυναίων ὀθνείων ἡττῶντο, τῶν θείων χρησμῶν εἰσάπαν ἠφειδηκότες.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.