καὶ ὁμοψνχίαν τοῖς τῆς ἀγάπης θεσμοῖς. εἰ μὲν γὰρ ἦσαν δύο θεοὶ καὶ κύριοι, ἢ καὶ πλείους ἔτι, τὸ ἀπεικὸς οὐδὲν ταῖς τῶν ποιησάντων γνώμαις συγκαταβιάζεσθαι τὰ ποιήματα, καὶ τὴν πρὸς ἄλληλα στάσιν εὐαρμόστως εἰσδέχεσθαι, 2 κατά γε τὸ τοῖς κρατοῦσι δοκοῦν. ἐπειδὴ δὲ εῖς ἐστιν ὁ διὰ 3 πάντων, καὶ ἐν πᾶσι, καὶ ἐπὶ πάντων Θεὸς, ποία τίς ἃν γένοιτο τῆς διχονοίας πρόφασις; καὶ ἐπειδὴ πρὸς τούτῳ 4 καὶ εῖς ὁ πάντων τῶν Ἰουδαίων ἐστὶ κατὰ σάρκα πατὴρ,
τουτέστιν ὁ θεσπέσιος Ἀβραὰμ, τί τὸ ἀναπεῖθον τὴν τῆς ἀφιλαλληλίας εἰσδέχεσθαι νόσον; ἢ πῶς οὐκ ἀκόλουθον τοῖς ἐξ αἵματος ἐγγὺς ὡς ἐν ὀφλήματος τάξει κατατίθεσθαι τὴν ἀγάπησιν; πῶς δὲ οὐ μανίας ἐγγὺς, τὸ ταῖς τῶν ἀλλοφύλων ἐπιμαίνεσθαι θυγατράσι, τὰς οἴκοι τε καὶ ἐκ γένους
ἀτιμάζοντας, ἵνα βεβηλώσειαν τὴν διαθήκην τῶν πατέρων ὑμῶν· τετηρήκασι γὰρ ἐκεῖνοι τὰ τοῖς θείοις νόμοις διηγορευμένα 5 περὶ γυναικῶν ὀθνείων. ἤκουον γάρ “Τὴν θυγατέρα σου 6 “οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ
“πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.” οἱ δὲ παρ’ οὐδὲν ποιησάμενοι τὸ χρησμῴδημα, πεπατήκασι τὸν νόμον, καὶ τό γε ἧκον εἰς αὐτοὺς, ἀδρανῆ καὶ βέβηλον ἀποτετελέκασι τὴν διαθήκην, λυποῦντες ταῖς παραβάσεσι τῶν νόμων τὸν ἄριστον. κατατεθηπὼς δὲ ὥσπερ τὸ δρώμενον, καὶ ἀδικωτάτῳ 7
μίσει πλεονεκτούμενον βλέπων τὸ ἐξ αἵματος Ἰούδα τῶν γυναίων ἔθνος, ἐπάγει καί φησιν Ἐγκατελείφθη Ἰούδας, καὶ ἐν τοῖς κατοικοῦσιν Ἰερουσαλήμ· ὦ, φησὶ, παραδόξου πράγματος· οὐκ Ἀσσυρίοις, οὐ Μήδοις, οὐ Πέρσαις, οὐκ Ἐλαμίταις, οὐ τοῖς ἐκ γειτόνων ἐχθροῖς, ἀλλ’ αὐτῷ τῷ Ἰσραὴλ
καὶ τοῖς κατοικοῦσι τὴν ̔Ιερουσαλὴμ βδελυρός τε καὶ ἀπηχθημένος γέγονεν ὁ Ἰούδας, τουτέστι, τὸ ἐξ Ἰούδα γένος καὶ ἡ τῶν ἀγχιστέρων γυναικῶν ἀθλία πληθύς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.