ὀλίγα τῆς νομικῆς φροντίσαντες ἐντολῆς οἱ ἐξ Ισραὴλ, ταῖς ἀλλογενέσιν συνεπλέκοντο γυναιξί. καὶ δὴ καὶ πρὸς τοῦτο αὐτοῖς ἐξιτηλίας προέβη τὸ δρώμενον, ὡς καὶ αὐτοὺς τοῖς ἄλλοις συναποφέρεσθαι τοὺς ἱερατεύσαντας, καὶ τὰς μὲν ἤδη συνῳκισμένας, αἳ καὶ ἦσαν ἐξ αἵματος Ἰσραὴλ, ἀτιμοτάτας 2
ἡγεῖσθαι, καὶ ἀποπέμπεσθαι τῶν ἑστιῶν, εἰσοικίζεσθαι δὲ 3 μᾶλλον τὰς ἀλλογενεῖς, Ἀμμανίτιδας τε καὶ Μωαβίτιδας καὶ Ἰδουμαίας. καὶ πολλή τις ἐντεῦθεν ἡ τοῦ Ἰσραὴλ βεβήλῶσις ἦν. οὐ γὰρ κατέληγον ἐκεῖναι τῶν. πατρῴων ἐθῶν, ἀλλ’ ἐλάτρευον μὲν εἰδώλοις ἔτι, προσεκύνουν δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἦν πὼς ἀνάγκη τοὺς ταῖς οὕτω
τὴν φρένα κατεφθαρμέναις παρανόμως συνῳκηκότας συγκαταμιαινεσθαι 4 καὶ προσκρούειν Θεῷ. πολὺς δὲ λίαν ἐπί γε 5 τουτοισὶ γέγονε λόγος ἐν τοῖς τοῦ Ἔσδρα βιβλίοις. καταιτιᾶται τοίνυν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, ὡς γύναια μὲν ἀτιμάζοντας τὰ ἐξ αἵματος Ἰσραὴλ, ἤγουν τοῦ Ἰούδα, προσκειμένους
δὲ ἀνοσίως ταῖς τῶν ἀλλοφύλων θυγατράσι, καίτοι τοῦ νόμου τὴν σύνοδον ἀποφάσκοντος. ἀλλ’ οἱ τῶν οὕτω σεπτῶν οὐκ οἶδ’ ὅπως ὀλιγωρήσαντες, ἢ ταῖς τῶν γυναίων ὥραις πρὸς ἀσελγεῖς ἡδονὰς συνηρπάζοντο, ἢ τάχα που ταῖς ἐκ τῶν ἀλλοφύλων φιλίαις ὑπερέχειν ἤθελον, ἵνα μὴ μάχοιντο
6 πρὸς αὐτοὺς ὡς ἤδη γνωρίμους, καὶ τὴν ἐκ γάμων ἔχοντας ἀγχιστείαν. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ ταῖς ὀλιγοπιστίαις καθυβρίσαι Θεὸν, ὡς τῆς ἐκείνων χειρὸς ἐξελέσθαι μὴ δυνάμενον, ἤγουν ἀποφῆναι κρείττονας τῆς ἐξ ἀλλοφύλων πλεονεξίας. ἐλύπει δὴ οὖν κατὰ πάντα τρόπον τὸ χρῆμα Θεόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.