κατὰ τὸν νόμον ἰσχνὸς ἡμῖν ἅγαν ἐκπεποίηται λόγος ἐν ἑτέραις συγγραφαῖς· οὐκοῦν τὸ ταῦτα λέγειν ἀφέντες εἰς τὸ παρὸν, τῶν προκειμένων τὴν διασάφησιν, ὡς ἔνι, ποιεῖσθαι σπουδάσομεν. προστεταχότος τοίνυν τοῦ νόμου μωμοσκοπεῖσθαι 2 δεῖν τὰ ἱερεῖα, καὶ ἀβασάνιστον θῦμα μὴ προσκομίζεσθαι
ζεσθαιτῷ θυσιαστηρίῳ, καὶ τοῖς τεταγμένοις εἰς ἱερουργίαν τὰ ἐκ τῶν θυμάτων ἀφορίζεσθαι μερ́η, κατημέλησαν μὲν τοῦ χρῆναι μωμοσκοπεῖν, τετηρήκασι δὲ τὴν ἐντολὴν τῶν καλουμένων ἀφαιρεμάτων, οὐ τὸ τῷ Θεῷ μᾶλλον ἡδὺ τῶν ἰδίων προτάττοντες θελημάτων, κρατύνοντες τε καὶ ἐμπεδοῦν δπουδάζοντες
ὅπερ αὐτοὺς ὠφελεῖν ἐδόκει τὰ ἐκ τῶν θυσιῶν συναγείροντας κρέα. τοῦτο παράγει πρὸς ἔλεγχον, καί φησιν 3 Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον· τὸ δὲ ἀφοριζω νῦν τέθεικεν ἀντὶ τοῦ Ἀφώρισά τε ἤδη καὶ εἰς δεῦρο βούλομαι τηρεῖσθαι τὸ ἔθος. προσέρριψα δὲ ὥσπερ, ἤτοι προσρίπτω καὶ τὸ
ἔνυστρον εἰς τὰ πρόσωπα ὑμῶν. ἐπειδὴ γὰρ αὐτοὶ ἀτιμάζουσι τὸ θυσιαστήριον, ταύτητοι Θεὸς τό Σκορπιῶ φησιν, οἷον ἀνθυβρίζων. Ὁ γὰρ ἐξουθενῶν με, φησὶ, ἐξουδενωθήσται·” 4 λήψομαι δὴ οὖν ὑμᾶς εἰς τὸ αὐτὰ, τουτέστιν, ἐν αὐτῷ δὴ 5 6 τούτῳ περιέσομαι καὶ ἀσεβοῦντας ἐλέγξω. ἀνθ’ ὅτου γὰρ δὴ τὸν μὲν ἐπὶ τοῖς ἀφαιρέμασι τοῖς ὑμῶν τετηρήκατε νόμον, καὶ τῆς δοθείσης ὑμῖν μερίδος κατ’ οὐδένα τρόπον ἀνέχεσθε καταρρᾳθυμεῖν, εἰκαῖον δὲ ὑμῖν εἶναι δοκεῖ τὸ χρῆναι μωμο- 7 σκοπεῖν, γνώσεσθε δὴ οὖν κεκλεισμένων ἐφ’ ὑμῖν τῶν θυρῶν,
τουτέστιν, ἐκκλειόμενοί τε καὶ ἐκπεμπόμενοι τῆς ἱερουργίας. ὅτι ἐγὼ δέδωκα τὴν ἐντολὴν ταύτην, ἤτοι τὴν διαθήκην, ἢν διεθέμην πρὸς τοὺς Λευίτας. τί οὖν τὸ ἐντεῦθεν; εἰδέναι προσήκει τοὺς τοῖς θείοις λειτουργοῦντας μυστηρίοις, ὅτι 8 τὸ τῷ Θεῷ δοκοῦν ἐκπράττεσθαι χρὴ, καὶ τῶν δεσποτικῶν
προσταγμάτων ῥιπτεῖσθαι κατόπιν πᾶν ὅπερ αὐτοὺς ὠφελεῖν ἑτέρως δοκεῖ. ἱεροὶ γὰρ οὕτως ἔσονται λειτουργοὶ, καὶ οὐχὶ τῶν προσκαίρων ἐρασταὶ καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.