οὕτω εὖ μάλα τὸ δηλούμενον. ὁ νόμος τοίνυν ὁ διὰ Μωυσέως ταῖς ἀνωτάτω τιμαῖς τὸν τῶν θείων θυσιαστηρίων παραστάτην καὶ ἱερουργὸν στεφανῶν, οἷον ἐν τάξει Θεοῦ 1 τέθεικεν αὐτόν. ἔφη γὰρ ὅτι κάρπωμα κυρίου ὁ κλῆρος αὐτοῦ. ἔφη ’δε που καὶ ὁ θεσπέσιος Παῦλος “βλέπετε τὸν
2 Ἰσραὴλ κατὰ σάρκα. οὐχ οἱ ἐλλίζοντες τῷ θυσιαστηρίῳ, “κοινωνοῖ τοῦ θυσιαστηρίου εἰσίν;” ἔθος γὰρ ἦν ἀπὸ 3 θύματος ἀφιεροῦσθαι τῷ Θεῷ στηθύνιον καὶ βραχίονα, καὶ τὸν λοβὸν τοῦ ἥπατος, καὶ τοὺς δύο νεφροὺς, καὶ μέντοι τὸ ἔνυστρον, τουτέστι τὴν κοιλίαν, ὑπεμφαίνοντος αἰνιγματωδῶς
τοῦ νομικοῦ γράμματος, ὅτι πάντα ἡμῶν τὰ ἐντόσθια τῶν 4 ἀνατιθέντων ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ, ἱερά τε εἶναι προσήκει καὶ ἡγιασμένα. προσκομίζονται γὰρ τὰ ἐντόσθια, τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας ἀπηλλαγμένα. 5 βραχίων γεμὴν ἰσχύος ἂν νοοῖτο σημεῖον. χρῆναι ’δε φημι
πρὸς πᾶν ἔργον ἀγαθὸν ἰσχύοντας ἡμᾶς καὶ ἀνδριζομένους ἀναμελῳδεῖν ἐκεῖνο σοφῶς τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας “Εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ πάντα τὰ ἐντός μου 6 “τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.