αὐτῷ πρὸς τὸ μηδὲν τὰ εἰς νοῦν ἀγαθὰ, ἕξει τε καρπὸν οὐδένα τῆς φιλοθέου ζωῆς· ἁλλ’ ἔσται μὲν εὐλογίας τῆς ἄνωθεν καὶ 1 παρὰ Θεοῦ τητώμενος· παραπεσεῖται δὲ ταῖς ἀραῖς καὶ ταῖς ἐκ τούτου ποιναῖς. ζητητέον δὴ οὖν τὴν τοῦ Θεοῦ δόσιν· καὶ 2 τίνα δὴ τρόπον τοῦτο κατορθώσομεν, αὐτὸς ἡμᾶς ὁ Σωτῆρ’ 3 ἐδίδαξεν εἰπών Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι “τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.’ τότε καὶ τὴν εὐλογίαν ἀποληψόμεθα καὶ ἀκράδαντον τὴν εὐθυμίαν,
4 καὶ ταῖς πνευματικαῖς εὐκαρπίαις ἐντρυφήσομεν, ἔμπλεοι τε παντὸς ἀγαθοῦ γεγονότες, τὸν ἀληθῶς ἀξιοπρεπῆ καὶ ἀξιέπαινον διαζήσομεν βίον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.