τοὺς ἡμαρτηκότας. τουτὶ γὰρ οἶμαι δηλοῦν λέγοντα χρηστῶς τό Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς τοὺς ἱερεῖς. ἀπειλεῖ δὲ λοιπὸν, ὡς εἰ μὴ ἕλοιντο ποιεῖν ἃ χρὴ ποιοῦντας ὁρᾶσθαι, καὶ εἰς νοῦν ἔσω τίθεσθαι καὶ καρδίαν τῶν θείων χρησμῳδημάτων τὴν αἴσθησιν, ἔσοιντό τε ἑαυτῶν ἀμείνους ἢ πάλαι, καὶ 1
τὴν τοῦ Θεοῦ δόξαν ἐπιζητήσειαν, μὴ κατ’ ἃς κατασμικρύνοντες ἔτι τὸ θυσιαστήριον, μήτε μὴν ἁπλῶς ἢ ἀβασανίστως τελοῦντες τὰ νενομισμένα, πάντη τε καὶ πάντως καταράτους ἀποφανεῖ καὶ ὑπὸ θείαν ὄντας ὀργήν. οἶμαι δὲ ἔγωγε δηλοῦν τό Ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ διασκεδέαω αὐτὴν, ἐκεῖνο
τάχα που. Θεοῦ μὲν γὰρ κατανεύοντος τὴν εὐημερίαν τισὶν, εὐφορήσει τὰ ἐν ἀγροῖς, εὔκαρπά τε ἔσονται καὶ ἐν εὐθηνίᾳ, καὶ εἰς πληθὺν ἀμέτρητον ἐπιδώσει τὰ θρέμματα, καὶ φθορᾶς 2 ἔσονται τῆς τῶν σωμάτων ἀμείνους αὐτοί. ἀφιστάντος δὲ τὴν εὐλογίαν αὐτοῦ, πρὸς πᾶν τοὐναντίον μεταχωρήσει τὰ
πράγματα, καὶ ἀπέσται μὲν πάντως τὸ εὐημερεῖν, κατακρατήσει δὲ μᾶλλον τὰ ἐφ’ οἷς εἰκότως ἂν καταλγύνοιτό τις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.