Θεῷ· μεμνήμεθα γὰρ τοῦ μακαρίου Παύλου γεγραφότος 2 ὡδί “Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν·’ πολυπραγμονείτω τὰ καθ’ ἑαυτὸν, καὶ οἱονεί τις ἀκριβὴς μωμοσκόπος τῆς ἑαυτοῦ γενέσθω ψυχῆς. ὁράτω μὴ ἄρα πὼς
ἐστι τυφλὸς, τουτέστι, τῆς ἀληθείας τὸ φῶς οὐκ ἔχων εἰς νοῦν· μὴ σκάζων τὸν πόδα τῷ μὴ ὀρθοποδεῖν δύνασθαι 3 πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν· μὴ ἔχων ἁρπάγματά τε καὶ 4 ἄρρωστα. χρὴ γὰρ ἡμᾶς μὴ ἀεὶ ὑπνοῦν, “ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων περιέρχεται, ζητῶν τίνα καταπίῃ.”
ὅταν τοίνυν ἄυπνοί τε καὶ ἐγρηγορότες εὑρισκώμεθα, παραθεῖ τὸ θηρίον. εἰ δὲ δὴ νυστάζοντας ἴδοι καὶ κατημέληκοτᾷς, ἁρπαγμα ποιεῖται, καὶ ἀρρώστους ἀποτελεῖ, τουτέστιν τεθνη- 5 κότας, καὶ ἀδρανῶς ἔχοντας κομιδῇ περὶ τὸ δύνασθαι κατορθοῦν ἀρετήν. ἔστω δὲ δὴ καὶ τοῦ διενοχλεῖσθαι μακρὰν, τουτέστι, μικροψυχίας ἀμείνων καὶ διαπρέπων ἐν ὑπομονῇ. ὥσπερ γὰρ ἀποφέρει πρὸς ζωὴν τῆς ὑπομονῆς ὁ τρόπος, 6
οὕτω καὶ εἰς θάνατον μικροψυχία. νοῦ γὰρ ἀσθένειαν καὶ καρδίας πάρεσιν τὸ χρῆμά φαμεν. τοιγάρτοι καὶ ὁ μακάριος προφήτης Ἠσαίας τῶν τοιούτων ἡμᾶς ἀπαλλάττεσθαι παθῶν συμβουλεύει λέγων Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα 7 παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ,
“ἰσχύσατε, μὴ φοβεῖσθε. ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος 8 “μετὰ ἐσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ Κυρείας.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.