σκοπεῖν ἑλομένους τὰ προσαγόμενα τῶν θυμάτων, προσδεχομένους δὲ μᾶλλον ῥᾳθύμως τε καὶ ἀβασανίστως χωλὰ καὶ τυφλὰ καὶ ἄρρωστα, καίτοι τοῦ νόμου σαφῶς τὰ ἔμπηρα τῶν θυμάτων ἀπόβλητα δεῖν ποιεῖσθαι προστεταχότος. εἰ 1 δὲ δήπου τις τῶν ἱερέων ἀπεσόβει, τοῦ νόμου ἀντεχόμενος,
τὸν προσάγοντα εἰς θυσίαν τὸ ἀχρεῖον, ἐπέμενον οἱ προσάγοντες, ἄνω τε καὶ κάτω τὴν αἰχμαλωσίαν προτείνοντες, δι·ι·σχυριζόμενοί τε, καὶ μάλα νεανικῶς, φαῦλα μὲν οὐκ εἶναι, κακοπαθῆσαι δὲ μᾶλλον κατὰ τὴν ὁδὸν, ὑπονοστούντων αὐτῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν. προσεκόμιζον δὲ
τὰ ἀρπάγματα καὶ τὰ χωλεύοντα καὶ ἐνοχλούμενα. θῆρες μὲν γὰρ ἐπιόντες ἔσθ’ ὅτε κατασίνονται ταῖς ἀγέλαις, κἂν 2 3 εἴ τι τυχὸν ἁρπάσειαν, εἶτα δραμὼν ὁ ποιμὴν ἐκσπάσῃ τῶν ὀδόντων τὸ ἡρπασμένον· ἢ καταπτοήσας κυνῶν ὑλακαῖς, ἢ καλαύροπα βαλών· τοῦτο οἶμαι τὸ ἅρπαγμα. ταῦτα προσῆγον ὁμοῦ τοῖς τοὺς πόδας λελωβημένοις, καὶ οὐκ ἔτι συγκατανέμεσθαι τοῖς ἄλλοις δεδυνημένοις· προσῆγον δὲ καὶ
τὰ ἐνοχλούμενα, τουτέστι τὰ θανατῶντα λοιπὸν, ὑβρίζοντες μᾶλλον ἢ τιμῶντες τὸν τῶν ὅλων Θεόν. ἀλλ’ ἐξεφύσησα 4 φησιν αὐτὰ λέγει Κύριος Παντοκράτωρ. καὶ ἐπειδὴ θύειν ἀνοσίως ἐγνώκατε, οὐκ ἂν ὅλως, φησὶ, παραδεξαίμην τὰ ἐξ ὑμῶν, οὐδ’ ἂν λογισαίμην εἰς ὀσμὴν εὐωδίας τὰς οὕτως
ἐκνόμους καὶ ἀκαθάρτους προσαγωγάς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.