ορίζει γὰρ τῶν ἱερουργῶν τὸ πλημμέλημα, καὶ ἀναιρεῖ τὴν 1 ἄρνησιν. οὐ γὰρ ἃν ψευδοεπήσῃ λέγων Ἐν χερσὶν ὑμῶν 2 γέγονε ταῦτα. μονονουχὶ γάρ φησιν οὐχ ἐτέρων ἡμαρτηκότων ὑμεῖς σεσιγήκατε, ἀλλ’ οἷον αὐτόχειρες ὑμεῖς αὐτοὶ καὶ αἴτιοι γεγόνατε τῶν εἰς ἐμὲ δεδυσσεβημένων, καὶ τῆς ὑμῶν ῥᾳθυμίας εἶεν ἂν τὰ ἐγκλήματα μεσολαβοῦντος οὐδενός. πλὴν εἰ καί τινες ἐκδεδίασι τυχὸν τὸ ποιεῖσθαι πρὸς ὑμᾶς τοὺς περὶ
τούτων ἐλέγχους, ἀλλ’ οὖν οὐκ ἔσομαι καὶ αὐτὸς ἐγὼ καθὰ 3 καὶ εἷς ἐξ ὑμῶν, οὐδ’ ἃν λάβοιμι πρόσωπον τῶν ἠσεβηκότων. 4 ὅμοιον τούτῳ καὶ τὸ διὰ φωνῆς τοῦ Δαυείδ “ Ὑπελαβες “ ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος. ἐλέγξω σε, καὶ παραστήσω “ κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.” οὐ γὰρ οἶδε
πρόσωπον ὁ κριτής· ἀλλ’ ἔστιν εὐθὴς καὶ ἀδέκαστος ὡς Θεός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.