ἀνορθῶν τοὺς κατεῤῥαγμένους, μένους, καὶ ἰώμενος τὸ συντετριμμένον, καὶ ἐπιστρέφων τὸ πεπλανημένον. λέγων δὲ τό Εξιλασκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ἥμων, ὑπεμφήνειεν ἀν’, καὶ μάλα εἰκότως, ὡς ἀποστρέφεται Θεὸς τοὺς προσκρούειν αὐτῷ μὴ παραιτουμένους, καὶ ὅτι τῶν μὴ ζητούντων τὴν
δόξαν αὐτοῦ τοὺς ἰδίους ὥσπερ ὀφθαλμοὺς ἀποφέρει, μήτε φειδοῦς, ἢ ἀγάπης, μήτε μὴν ἐποπτείας ἀξιῶν. “Ὀφθαλμοὶ 3 “ γὰρ κυρίου ἐπὶ δικαίους,” κατὰ τὸ γεγραμμένον. ἔφη δὲ καὶ πρός τινας τῶν ἀλιτηρίων διὰ φωνῆς Ἠσαίου “ Ὅταν 4 “ τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς
“ μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσα- “ κούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.