παρὰ τοῦτόν ἐστι. προσθείην δ’ ἂν, ὅτι τῶν τὸ σαρκικὸν καὶ γήινον ἐχόντων φρόνημα· γήινος γὰρ, ὡς ἔφην, ὁ Ἰδουμαῖος διερμηνεύεται· πάντη τε καὶ πάντως ὁ κλῆρος 1 πεσεῖται, Θεοῦ καταστρεξοντος· οὐ γὰρ ἔχει τὸ βέβαιον τὰ ἐν τῷδε τῷ κόσμῳ πράγματα, οὔτε μὴν διηνεκῆ τὴν μέθεξιν. παριππεύει γὰρ τοὺς ἔχοντας πρόσκαιρος ἐπιθυμία, 2 καὶ ἐν ἴσῳ σκιᾷ μετατάττεται, ἢ θανάτῳ σβεσθέντος τινὸς, ἤγουν ἀδοκήτου συμφορᾶς ἐπενηνεγμένης. ἀλλ’ εἰ
καί τις ἕλοιτο τῶν νοητῶν Ἰδουμαίων τὸν ἑαυτοῦ κλῆρον οἰκοδομεῖν, ἢ πλοῦτον συλλέγων τὸν ἐξ ἀδικίας, ἢ τοῖς διακένοις δοξαρίοις ἐντρυφῶν, καὶ δυναστείαις ταῖς κατὰ τὸν βίον ἐναβρύνεσθαι θέλων, αὐτὸν εὑρήσει τὸν τῶν ὅλων Θεὸν μονονουχὶ καὶ ἀνθεστηκότα καὶ μαχόμενον. ὡς γὰρ ὁ
3 θεσπέσιος γέγραφε μαθητής “ Εἴ τις θέλει εἶναι φίλος τοῦ “ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.” οὐ πεπαύσεται 4 γὰρ, ὡς ἔφην, τοῖς τὰ γήινα φρονεῖν ᾑρημένοις ἐναντιοῦ μένος, ἀλλ’ οὐδὲ τῆς πρὸς αὐτοὺς καταλήξει μάχης. μισεῖ γὰρ ἀεὶ τὸν ἀλιτήριον, καὶ ἀπόπεμπτον ποιεῖται τὸν φιλαμαρτημονα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.