ὑμῶν τῶν ἐξ Ἰακὼβ ἐκπεπορθηκότων. ἐρεῖ δὲ ἴσως 1 ὁ Ἰδουμαῖος Εἰ καὶ κατέστραπται παντελῶς καὶ εἰς λῆξιν ἥκει κακῶν ἢν κατῳκήκαμεν χώραν, ἀλλ’ οὖν ἐπιστρέψαντες ἐγεροῦμεν μὲν τὰς ἠρημωμένας πόλεις τε καὶ κώμας, κατοικήσομεν δὲ αὐτὰς οἱ διασεσωσμένοι. τί οὖν πρὸς ταῦτά
φησι; Τάδε λέγει Κύριος Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω. κεκλήσεται δὲ πάντως ἡ Ἰδουμαία Ὅρια ἀνομίας· ὡς διὰ πλείστην ὅσην ἁμαρτίαν κατεστραμμένη· καὶ λαὸς 2 ἐφ’ ὃν παρατέτακται Κύριος ἕως αἰωνος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.