ἔφοδος ἐγράφετο λεληθότως. εἰ δὲ δὴ βούλοιτό τις καὶ ἐπ’ αὐτῆς τῆς ἀκρίδος τὰ τοιάδε νοεῖν, καταθαυμάσειεν ἃν εἰκότως τῶν προφητικῶν θεσπισμάτων τὴν οἰκονομίαν. αὐτὸς 1 γὰρ ὁ τῆς κολάσεως τρόπος μονονουχὶ κατακέκραγε τῆς τοῦ Ισραὴλ ἀβουλίας, καὶ προσέτι τῆς ἐνούσης αὐτοῖς ἀσθενείας.
ἠλλάξαντο γὰρ “θεοὺς οἳ οὐκ εἰσι θεοὶ,’’ καὶ τὸν τῶν ὅλων 2 ἀφέντες Δημιουργὸν προσκεκυνήκασιν τῇ Βάαλ. ἀλλ’ ἰδοὺ τῆς ἀκρίδος ἀφόρητον ποιοῦνται τὴν παρεμβολὴν, βροῦχος ὁπλίζεται καὶ πεπτώκασιν, οὐδεμίαν ἔχουσι τὴν ἐπικουρίαν ἐκ τῶν ψευδωνύμων θεῶν· οἱ δὲ δὴ βρούχου καὶ ἀκρίδος
ἡττώμενοι, ποίαν ἃν ἔτι τοῖς προσκυνοῦσιν αὐτοῖς ἐπιδοῖεν τὴν ἄκεσιν εἰ μάχοιντο πρὸς ἐχθροὺς, καὶ ταῖς τῶν πολεμίων c πολιορκοῖντο φάλαγξιν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.