3 “τεροι μετὰ νεωτέρων,’ νήπιά τε πρὸς τούτοις ἀρτιγενῆ καὶ ὑπότιτθα, καὶ μὴν καὶ νυμφίοι, καὶ ἀρτίγαμοι κόραι, τάχα που κατεστεμμένων ἔτι παστῶν ἐκθέουσαι καὶ γαμηλίους εὐνὰς ἀρνούμεναι, τρυφῆς τε ὑπερορῶσαι καὶ πότων, καὶ ἀλλασσόμεναι τὴν σκληραγωγίαν· κρότου περιεσταλμένου,
καὶ ἠρεμούντων ᾀσμάτων καὶ εὐφημιῶν, ἃς ἔθος τισὶν ἀνάπτειν ἔσθ’ ὅτε τοῖς γεγαμηκόσι· καὶ ὁμοῦ νυμφίοις ὀλοφυρόμεναι. 4 καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ ἔφη τις τῶν παρ’ 5 ἡμῖν σοφῶν “Μουσικὰ ἐν πένθει, ἄκαιρος διήγησις.’’ ἐπηρτημένης δὴ οὖν θείας ἡμῖν ὀργῆς, πενθεῖν ἀναγκαῖον,
οὐχὶ δὴ πότοις τε καὶ τρυφαῖς ἐναβρύνεσθαι φιλεῖν. ὅτι γὰρ οὐκ ἀμοιρήσειεν ἃν μομφῆς τε καὶ δίκης τὸ οὐκ ἐν καιρῷ τρυφᾶν, σαφηνιεῖ τις λέγων τῶν ἁγίων προφητῶν 6 περὶ τῶν ἐξ Ἰσραήλ “Καὶ ἐκάλεσε κύριος σαβαὼθ ἐν “ τῆ ἡμέρᾳ ἐκείνη κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ
7 “ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην, σφά. “ζοντες μόσχους καὶ θύοντες πρόβατα καὶ λεγ́οντες Φάγω- “μὲν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. ἰτέον δὴ οὖν εἰς θρήνους καὶ δάκρυα, ἐπηρτημένης ὀργῆς, καὶ διεῤῥίφθω πότος. δεῖν δὲ δή φησιν ὁ προφήτης καὶ αὐτὸ τοῖς
πενθοῦσι τὸ ἱερὸν καὶ ἀπόλεκτον ἀναπλέκεσθαι γένος, καὶ πρὸς ἀυταῖς ταῖς του νάου κρηπῖσι, και ανα μέσον του θυσιδιαπρυσίῳ] 8 αστηρίου κατολολύζειν ἐκτενῶς ἀνακεκραγότας καὶ λέγοντας Φεῖσαι Κύριε τοῦ λαοῦ σοῦ, καὶ μὴ δῷς τὴν κληρονομίαν εἰς ὄνειδος, τοὐ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς 9 ἔθνεσι Που ἐστὶν ὁ Θεὸς αὐτῶν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.