οἶνος ὁ νοητὸς, ὁ καρδίαν ἀνθρώπου κατευφραίνειν εἰδώς. 3 ἐπειδὴ δὲ οὐ διαλελοίπασι ταῖς ἀπειθείαις ὑβρίζοντες, γέγονεν 4 γονεν αὐτοῖς ἐξ ὀφθαλμῶν καὶ οἷον ἐκ μέσου τὰ βρώματα τὰ πνευματικά· ἀποπεφοίτηκε γὰρ ἀπ’ αὐτῶν ἡ παντὸς ἀγαθοῦ μέθεξις, ἐξῆρται δὲ καὶ ἐξ οἴκου τοῦ παρ’ αὐτοῖς
εὐφροσύνη καὶ χαρά· δέδονται γὰρ εἰς ἐρήμωσιν, καὶ διατελοῦσιν οἱ τάλανες “ Οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, 5 6 “οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας “ οὔτε δήλων.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.