ἐπιφυομένων, ἄλλο τε ἐπ’ ἄλλῳ προσεργαζομένων κακὸν, καὶ ταλαιπωρίαν ἐκ ταλαιπωρίας προσεπιρριπτούντων ἀεὶ τοῖς ἐνοικοῦσι τὴν γῆν, ὡς μηδ’ ὅσον εἰπεῖν ἀναπνεῦσαι δύνασθαι βραχὺ, καί τι διὰ μέσου γενέσθαι χρηστὸν, ἐφ’ 2 ὧνπερ ἦν εἰκὸς καλ’ γοῦν ἀπὸ μέρους καὶ μετρίαν ἔχειν δύνασθαί τὴν παραψυχὴν τοὺς τῆ συχνότητι τῶν κακῶν λοιπὸν ἀφορήτως ἐντετηγμένους. ἐπειδὴ δὲ πεπαινομένων ἤδη τῶν καρπῶν, καὶ τὸν ἀμῶντα λοιπὸν μονονουχὶ καλούντων 3
ἐφ’ ἑαυτοῖς τῶν ληίων, βότρυός τε καταπερκάζοντος καὶ τὸ ἐκθλίβεσθαι γλιχομένου, γέγονέ που τάχα τῆς ἀκρίδος ἡ ἐμβολὴ, βρώματά φησιν ἐξωλοθρεύθη ἐξ αὐτῶν, οἷον ἡρπασμένων τῶν ἐν ὄψει γεγενημένων, παρακειμένων δὲ ὥσπερ αὐτοῖς, καὶ ἑτοιμοτάτην ἐχόντων τὴν
ἀπόλαυσιν· ἐξῆρθαι δὲ διαβεβαιοῦται πάλιν κα) ἐξ οἴκου κυρίου τήν τε εὐφροσύνην καὶ τὴν χαράν. ἔθυον γὰρ, ταῖς ἐξ ἀγρῶν εὐκαρπίαις ἐπαγαλλόμενοι, καὶ τοὺς τῆς εὐφροσύνης 4 ἐπετήδευον τρόπους ἀνατιθέντες τὰ χαριστήρια διάτοι τὸ περιχεῖσθαι πλουσίως τοῖς ἐκ γῆς ἀγαθοῖς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.