προστέταχε νόμος, ἐν τῷ ἑβδόμῳ μηνὶ, τῆ πεντεκαιδεκάτῃ ἡμέρᾳ, τῆς σκηνοπηγίας τελεῖσθαι τὴν ἑορτήν. καὶ τίς ἡ 1 τοῦδε πρόφασις, αὐτὸς ἡμῖν ὁ νομοθέτης διεσάφει, λέγων 2 περὶ τῆς σκηνοπηγίας, ἐν τῷ Λευιτικῷ “Ἐν τῷ μηνὶ τῷ “ἑβδόμῳ ἑορτάσετε αὐτήν. ἐν σκηναῖς κατοικήσετε ἑπτὰ
“ἡμέρας. πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσουσιν ἐν “σκηναῖς· ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς “κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς “ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ Θεὸς ὑμῶν.’ οὐκοῦν εἰς ἀνάμνησιν τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου γεγενημένης, ἐτέλουν
τὴν ἑορτήν. εἶτα πῶς ἂν δύναιο, φησὶν, ἐπιλανθάνεσθαί 3 μου τοῦ ἐξαγαγόντος σε ἐξ Αἰγύπτου, γινόμενος ἔτι καὶ ὑπὸ σκηναῖς, καὶ πρόφασιν ἑορτῆς τὸ χρῆμα προσποιούμενος; ετι γὰρ κατοικιω σε ἐν σκηναις καθως ημερᾳ ἑορτῆς. τὸ κατοικιῶ σε φησὶν, ἀντὶ τοῦ κατοικίζω, ἤτοι ποιῶ κατοικεῖν
4 ἐν σκηναῖς, ἐν ταῖς ἡμέραις τῆς ἐπὶ τούτοις ἑορτῆς. οὐκοῦν ἀπροφάσιτος ἱστὸς ἡ λήθη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.