τὸν ἐξ οἴκου δουλείας ἐκκεκομικότα σημείοις τε καὶ τέρασι, καὶ ἐν δυνάμει μεγάλη, καὶ ἐν βραχίονι ὑψηλῷ. ἐγὼ γάρ φησιν ἀνήγαγον ὑμῶς ἐξ Αἰγύπτου. ἐν δὲ τῷ ἀνήγαγον εἰπεῖν, ἀποφέρει πρὸς ἀνάμνησιν τῶν ἐπ’ 3 αὐτοῖς γενομένων, ἄχρις ἂν εἰσελάσωσιν εἰς τὴν γῆν τὴν
τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένην. μυρία δὲ ὅσα ταυτὶ, καὶ παντὸς ἐπέκεινα θαύματος. ὅτι δὲ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπιλανθάνεσθαι τούτων, παρέδειξε προστιθείς Ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἡμέρᾳ ἑορτῆς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.