σύμφερον τε ἡμῖν καὶ ἀναγκαῖον εἰς σωτηρίαν. ἀκουέτω δὴ οὖν πρὸς ἡμῶν ὁ τῶν ὅλων Θεός “ Κύριε, ἐν θλίψει μικρᾷ ἡ 3 “ παιδεία σου ἡμῖν·” τοῦτό ἐστι τὸ ῥάπισμα· καὶ πάλιν “ Παίδευσον ἡμᾶς, κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, 4 “ ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.” οὐ γὰρ τὸ παιδεύεσθαι 5
τοῖς εὖ φρονοῦσι πικρόν· τὸ δὲ ἐν ὀργῇ κολάζεσθαι, καὶ δεινὸν καὶ δύσοιστον, μᾶλλον δὲ καὶ ὀλέθρου τὸ χρῆμα μεστόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.