εἰς βραχίονα λαβεῖν, συντεῖναι δὲ ὥσπερ καὶ ἐν δεσμοῖς ἀγάπης, καίτοι βέβηλον ἔτι καὶ ἀλιτήριον ὄντα τὸν Ἐφραΐμ, 1 ταύτῃτοι καὶ ἐπιστρέψειν πλημμελοῦντά φησιν· “Ὃν γὰρ “ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα- “ραδέχεται.” θέα δὲ ὅπως ἡμερότητος οὐκ ἀμοιρήσειν τῆς
θεοπρεποῦς καὶ τὸν τῆς ἐπιπλήξεως ὑπισχνεῖται τρόπον. ἐν 2 ἴσῳ γὰρ ἔσεσθαί φησι τοῖς εἰς σιαγόνα ῥαπίσμασι διὰ τῆς ἀνθρώπου χειρὸς τὰ ἐπ’ αὐτοὺς κινήματα. πατρὸς δ᾿ ἂν νοοῖτο κίνημα τουτὶ, φειδοῖ καὶ ἀγάπῃ κεραννύντος τὰ ἐξ ὀργῆς, καὶ οἷον ἠρέμα, καὶ χειρὶ πλήττοντος μόλις, ὡς ἂν μὴ
ἀνεπιτίμητος ὑπ’ ἄρχῃ παντελῶς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.