αὐτὰ, συνενεγκόντες τοὺς πόδας. δεῖ γὰρ οἶμαι συστέλλεσθαι μηρούς τε καὶ γόνατα παντὸς τοῦ συνιζηκότος· τοῦτό ἐστι τὸ συνεπόδισα· καθάπερ ἀμέλει καὶ περὶ τοῦ Ἀβραὰμ 1 γέγραπται, ὅτι συνεπόδισεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ὅτε καὶ 2 θύειν αὐτὸν προσεδόκησε τῷ Θεῷ. εἰδέναι δὲ ἀναγκαῖον, ὅτι
τῶν Ἑβραίων ἡ ἔκδοσις, καὶ μὴν καὶ ἡ τῶν ἑτέρων, οὐκ ἔχει τὸ συνεπόδισα· τεθείκασι δὲ μᾶλλον τὸ Γέγονα ὡς τιθηνὸς τῷ Ἐφραΐμ. οὐκοῦν ἐγὼ μὲν περὶ αὐτοὺς τοιοῦτος, αὐτοὶ δὲ οὐκ ἔγνωσαν, τουτέστιν οὐ συνῆκαν, οὐκ ἤσθοντο ὅτι καταφθείρων ἑτέρους τῶν κατ’ αὐτοὺς ποιοῦμαι τὴν ἐπανόρθωσιν. 3
τοῦτο γὰρ τὸ Ἴαμαι αὐτοὺς ἐν διαφθορᾷ κατεφθάρησαν μὲν γὰρ Αἰγύπτιοι πρῶτοι ταῖς δέκα πληγαῖς, οὐκ ἀνιέντος τοῦ Φαραώ. μετὰ δέ γε τὰς Αἰγυπτίων πληγὰς, διολώλασι Χετταῖοι, Εὐαῖοι καὶ Ἀμοῤῥαῖοι, Χαναναῖοι καὶ Ἰεβουσαῖοι, οὓος νενικηκὼς κατὰ κράτος ὁ Ἰσραὴλ κεκληρονόμηκε
τῆς ἐπαγγελίας τὴν γῆν, Θεοῦ πᾶν αὐτοῖς καταψιλοῦντος τὸ ἄναντες, καὶ τὸ δύνασθαι κατευμεγεθεῖν τῶν ἐχθρῶν ἀπονέμοντος. οὐκοῦν οὐκ αἰσθάνονταί φησιν, ὅτι 4 καταφθείρων ἀνθρώπους τοὺς ὁμογενεῖς αὐτοῖς, εὖ ἐτίθην τὰ κατ’ αὐτούς. καὶ ἐξέτεινα αὐτοὺς, τουτέστι, συνέσφιγξα καὶ
συνέσχον ὡς ἐν δεσμοῖς ἀγάπης. ἀλλ’ εἴπερ ἦσαν σοφοὶ, 5 πάντως που καὶ ἐνενόησαν καὶ ἐλογίζοντο κατὰ σφᾶς, ἀνθ’ ὅτου τὰ μὲν ἔθνη ταῦτα κατεφθάρη παρὰ Θεοῦ, ἀντεισκεκομίσμεθα δὲ ἡμεῖς. συνέντες γὰρ οὕτως, ὅτι μεμίσηκα τὸν ἀλιτήριον, καὶ οὐκ ἐν λόγῳ ποιοῦμαι τὸν τῶν δαιμονίων 6 θεραπευτὴν, κατέληξαν ἂν τάχα που τοῦ δρᾶν ἑλέσθαι τὰ
παραπλήσια.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.