ἔξω τοῦ εἰκότος τὸ χρῆμα κείσεται· τιμᾷ γάρ τις, εἴπερ ἕλοιτο δρᾶν ὀρθῶς, τὸν οἰκεῖον ἤδη καὶ προσδεδραμηκότα· τὸ δὲ καὶ τοῖς βεβήλοις ἔτι καὶ οὐκ εἰδόσιν αὐτὸν, παντὸς ἀγαθοῦ φαίνεσθαι χορηγὸν, ὑπερβολὴν ἂν ἔχοι φιλανθρωπίας καὶ θαύματος, καὶ θεοπρεποῦς ἀληθῶς ἀπόδειξιν ἡμερότητος.
τοιγάρτοι καὶ αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’, κατοικτείρων τὰ καθ’ ἡμᾶς καὶ τὸν οὐδαμόθεν πρέποντα ταῖς φιλαμαρτήμοσιν 2 μοσιν ἔλεον ἀπονέμων ὡς Θεὸς, ποτὲ μὲν, ὅτι “Οὐ χρείαν “ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες, 3 ποτὲ δὲ πάλιν “Οὐκ ἦλθον κάλεσαι δικαίους, ἀλλὰ ἀμαρ-
“ τωλοὺς εἰς μετάνοιαν.” θαυμάζει δὲ σφόδρα καὶ ὁ σοφώτατος Παῦλος τὴν ἀσύγκριτον ἀνεξικακίαν τοῦ πάντων 4 κρατοῦντος Θεοῦ, καί φησιν ὅτι “ Χριστὸς ἦλθεν εἰς τὸν “κόσμον ἁμαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰμι ἐγώ.” αὐτοὶ τοίνυν φησὶ, τουτέστιν οἱ ἐξ Ἰσραὴλ, ἐπλανῶντο κατὰ τὴν
Αἴγυπτον, οὔπω Θεὸν ᾔδεσαν τὸν ἀληθινὸν, ἐμέ· κατεφωρῶντο δὲ μᾶλλον θυσίας προσάγοντες τοῖς Βααλεὶμ, 5 τουτέστι τοῖς εἰδώλοις, θυμιῶντες τοῖς γλυπτοῖς, ἤτοι τοῖς τῶν ἐγχωρίων σεβάσμασιν. ἐγὼ δὲ ἐπείπερ εἰμὶ χρηστός τε καὶ ἀγαθὸς, καίπερ οὕτως ἔχοντα σκαιότητος τὸν Ἐφραΐμ, ἤτοι καθ’ ὅλου τὸν Ἰσραὴλ, ὡς ἐκ μιᾶς ἐνθάδε φυλῆς δηλούμενον, 6
συνεπόδισά φησιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.