ἀρ’ οὐχὶ μετατεθειμένος εἰς ἡμερότητα, καὶ φειδοῦς καὶ ἀγάπης πης ἀξιώσας αὐτούς ; ναὶ φαίην ἂν ἀληθῆ καὶ αὐτὸς τὸν λόγον. ἠλέηνται γὰρ ἐξ ἡμερότητος, ὁμολογουμένως. ἀλλ’ οἵγε καθ’ ὧν ὁ λόγος ἀπῴχοντο μὲν εἰς αἰχμαλωσίαν, ἐντεθνήκασι τεθνήκασι δὲ τῆ δίκῃ, χρόνου μακροῦ διιππεύσαντος. καὶ
ὥσπερ ἐπηγγέλλετο μὲν διὰ Μωυσέως κατὰ τὴν Αἴγυπτον τοῖς ἐξ Ἰσραὴλ, εἰσάξειν ἅπαντας εἰς τὴν γῆν, ἢν ὤμοσε 2 τοῖς πατράσιν αὐτῶν, οὐκ εἰσέβησαν δὲ ἀπειθήσαντές τινες, Heb. iii. “ ὧν καὶ τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ,’’ κατεκληροδοτήθη δὲ μᾶλλον ἡ γῆ τοῖς ἐξ αὐτῶν γεγονόσιν· οὕτω κἀνθάδε νοήσεις.
τετελευτήκασι μὲν γὰρ οἱ καθ’ ὧν ὁ λόγος, ὑπενόστησαν δὲ κατὰ καιροὺς οἱ ἐξ αὐτῶν εἰς τὴν Ἰουδαίαν, Κύρου μόλις ἀνέντος, ὅτε τὸ ἑβδομηκοστὸν ἔτος αὐτοῖς πεπλήρωτο διατρίβουσιν τρίβουσιν ἐν ἀλλοδαπῇ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.