καθ’ ἢν ὅτι μάλιστα δεινῶς καὶ ἐκτόπως ἐθρησκεύετο τὰ χειρόκμητα. ἔστι δὲ ὅ φησι τοιουτονί τι πάλιν. βδελυροὶ μὲν γὰρ κατὰ πολλοὺς τρόπους οἱ ἐξ Ἰσραήλ· ἴδοι δ’ ἄν 1 τις τῆς ἐνούσης αὐτοῖς φαυλότητος τὴν ὑπερβολὴν, ἐννενογκὼς 2 κὼς τὴν Γαλγάλ. ἐκεῖ πᾶσαν αὐτῶν τεθέαμαι τὴν κακίαν, ἐκεῖ μεμίσηκα αὐτοῦς. οὐ διά γε τὸν τόπον· εὔηθες γάρ· κατεστυγηκὼς δὲ μᾶλλον τὰ ἐν αὐτῷ γεγονότα. τοιγάρτοι, φησὶν, ἐξοικιῶ μὲν αὐτοὺς, καὶ αὐλῆς ἀποσοβήσω τῆς ἐμῆς,
καὶ οἰκειότητος ἐκβαλῶν. μεμισηκὼς δὲ δικαίως, ἐνστήσομαί τε λοιπὸν, καὶ οὐκ ἂν μεταθοίμην ἔτι πρὸς τὸ ἀγαπᾶν ἑλέσθαι ποτὲ τοὺς τὰ τοιάδε πεπλημμεληκότας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.