φυλὴν, ἐξ ἧς γέγονεν Ἱεροβοὰμ καὶ οἱ καθ’ ἑξῆς· Σαμάρειαν δὲ τοὺς ἐν τῇ Σαμαρείᾳ, τουτέστι τὰς δέκα φυλάς. ἀποκαλυφθήσεσθαι δέ φησι τὰς ἁμαρτίας αὐτῶν, διὰ τοιάςδε 4 τινὰς αἰτίας. ὅτι καὶ εἰργάσαντο ψευδῆ, ψυχράν τε καὶ ἕωλον λατρείαν ἐπιτηδεύσαντες, καὶ τεχνουργοὶ γεγονότες καθάπερ
ἔφην εἰδώλων, καὶ ὅτι κλέπτης, τουτέστι λῃστὴς, πρὸς αὐτὸν εἰσελεύσεται, ἀντὶ τοῦ εἰσῆλθε καὶ ἀνεπαύσατο καὶ κατέλυσε παρ’ αὐτῷ κλέπτης, ἐκδιδύσκων ἐν ὁδῷ· ἵν ἐκ τούτου φαίνηταί, φησιν, ὅτι συνᾴδουσαν ἔχουσι τὴν καρδίαν, σύμφωνον δὲ δηλονότι καὶ ὁμογνώμονα. οἱ μὲν γὰρ ἐλῄστευον τοὺς
ἐν τοῖς Ἱεροσολύμοις ἀναβαίνειν ἐθέλοντας· οἱ δὲ πρὸς αὐτοὶς ἐμερίζοντο τὰ ἐγκλήματα, τῶν λελῃστευμένων ἀνοσίως 5 μετεσχηκότες.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.