καὶ Πατὴρ εἰς τὸ ἑλέσθαι λοιπὸν τὰ ἀμείνω φρονεῖν, καὶ καταλῆξαι μὲν τῆς ἐν νόμῳ λατρείας, ἀνθελέσθαι δὲ μᾶλλον ἐκείνης τὴν νέαν τε καὶ εὐαγγελικήν. ἀλλὰ τοῖς ἐπιστρέφουσι καὶ καλουμένοις εἰς ἴασιν ἀντέπραττον οὐ μετρίως. γέγραπται γὰρ, ὅτι “Ἤδη συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα 2
“ἔαν τις αὐτὸν ὁμολογήση ’τον Χριστὸν εἶναι, ἀποσυνάγωγος “γένηται.’’ ἤκουον δὲ καὶ οἱ παρ’ αὐτοῖς ἡγούμενοι, “Οὐαὶ 3 “ὑμῖν, γραμματεῖς καὶ φαρισταἰοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν 4 “κλεῖδα τῆς γνώσεως· οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς “εἰσερχομένους ἀφίετε εἰσελθεῖν.“ δέδονται τοίνυν ἐχθροῖς,
καὶ πικρὰς τῆς εἰς Χριστὸν παροινίας ἐζήτηνται δίκας. Καὶ ἀποκαλυφθήσεται ἡ κάκω Ἐφραΐμ καὶ ἡ κακία Σαμαρείας, 5 δυ’ εἰργάσαντο ψευδῆ. κω κλέπτης πρὸς αὐτὸ εἰσελεύσεαι, ἐκδιδύσκων ληστὴς ἐν τῆ ὁδῶ αὐτοῦ, ὕπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.