3 Ἐφραΐμ. καταπλαγείη γὰρ ἄν τις, καὶ σφόδρα εἰκότως, τοσοῦτον ὁρῶν ἀπονενευκὸς τῆς εἰς Θεὸν ἀγάπης τὸ ἱερὸν καὶ ἀπόλεκτον γένος, ὡς μὴ μόνον αὐτοὺς τῶν εἰδώλων εὑρετὰς γενέσθαι τοῖς ἄλλοις, ἀλλὰ καὶ διακωλύειν αὐτοὺς, εἰ ἀγαπᾶν ἕλοιντο τὰ τοῦ Θεοῦ. καταμεμίανται τοίνυν
φησὶν Ἰσραὴλ καὸ Ἰούδας. ὥστε κἂν εἴ τι πάθοιεν τῶν προσδοκωμένων, ἐγκαλείτω μηδεὶς ἀγανακτοῦντι Θεῷ. 4 Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσἰαν τοῦ Κεφ. ζ΄. λαοῦ μου, ἐν τῷ ιᾶσθαί με τοι Ἰσραήλ. Ἔστι πάλιν ὁ λόγος πρὸς τὸν τῆς Γαλαὰδ οἰκήτορα.
διδάσκει δὲ, ὅτι ἐγὼ μὲν ἠρξάμην ὡς Θεὸς ἰᾶσθαί τε καὶ ἐπιστρέφειν τὸν Ἰσραήλ. καὶ γοῦν ἐπεθύμουν Σικιμῖται λοιπὸν ὑποφέρειν Θεῷ τὸν αὐχένα, καὶ τελεῖν ἑορτὰς, τὰς μὲν τοῦ Ἱεροβοὰμ οὐκέτι, τὰς κατὰ νόμον δὲ μᾶλλον, καὶ τῆς οὐκ οἰδ᾿ ὅπως ἐξηυρημένης ἀπάτης ἀποδραμεῖν· σὺ δὲ
5 αὐτοὺς, ὦ Γαλααδῖτα, μονονουχὶ καὶ ἀπέκειρας, ἤτοι τετρύγηκας, καὶ πλοῦτον ἄδικον ἐποιήσω τὰ ἀπὸ λῃστείας. ἐπιφωνεῖ δὲ πάλιν ἐν ἤθει τὸ ἄρχου τρυγᾶν σεαυτῷ, μονονουχὶ τοιοῦτόν τι λέγων, μᾶλλον δὲ κἂν εἰ μὴ λέγοι, λεπτῶς ὑπεμφαίνων, ὅτι κἀγὼ σὲ ποιήσομαι τῶν κολαζομένων τὴν
ἀπαρχήν. ἀρχόμενος γὰρ ἀποκείρειν τὸν Ἰσραὴλ, καὶ ἀποτρυγᾶν τοὺς τῆς οὕτω δεινῆς ἀνοσιότητος ἐπιτηδευτὰς, 6 πρωτόλειόν σε ποιήσομαι τῆς ὀργῆς. εἰδέναι γὰρ ἀναγκαῖον, 7 ὅτι Φουλὰ, βασιλεὺς Ἀσσυρίων, ὁ πρῶτος ἐλθὼν κατά τε 8 τῆς Σαμαρείας καὶ τοῦ Ἰσραὴλ, πρώτας ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὰς πέραν τοῦ Ἰορδάνου φυλάς. πόλις δὲ ἦν τῶν ἐκεῖσε μία καὶ ἡ Γαλαάδ. οὐκοῦν ὥσπερ ἐμοῦ τὸν Ἰσραὴλ ἐπιστρέφοντος, ἀρξαμένου τε ἰάσασθαι λοιπὸν, σὺ
τετρύγηκας, ὦ Γαλααδῖτα, σεαυτῷ τὰ ἀπὸ λῃστείας· οὕτω κἀγὼ παραδιδοὺς Ἀσσυρίοις τὸν Ἰσραὴλ, σὲ ποιήσομαι τῶν πεμπομένων τὴν ἀπαρχήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.