ἐφόδου τε καὶ λῃστείας ἐγίνοντο, διωκομένοις ἐφηδόμενοι τοῖς πιστοῖς, καὶ ληστὴν ὥσπερ τινὰ, τὸν σατανᾶν εἰς νοῦν καὶ καρδίαν δεχόμενοι, τὸν ἁπάσης εὐσεβείας τὸν ἐν αὐτοῖς ἀπαμφιεννύντα νοῦν, ἵνα καὶ σύμφωνον ἔχοιεν πρὸς αὐτὸν 1 τὴν καρδίαν. ὥσπερ γάρ “Ὁ κολλώμενος τῷ κυρίῳ ἓν
2 “ πνεῦμά ἐστι, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῷ σατανᾷ κολλώμενος μίαν ἕξει πρὸς αὐτὸν τὴν καρδίαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.