αὐτοὺς ἡ ἐρυσίβη. ὅμοιον ὡς εἰ λέγοι κατόπιν ἥξει τῶν λόγων τῶν ἀνιαρῶν ἡ πείρα, ἐγγὺς ἤδη καὶ ἐπὶ θύραις ἡ συμφορά. περιέσται δὴ οὖν τοῖς λυποῦσι Θεὸν τὸ μήτε εὑρίσκειν αὐτὸν 2 δύνασθαι, κἂν εἰ ἕλοιντο ζητεῖν· γεγέσθαι δὲ καὶ τέκνων ἀλλοτρίων πατέρας, τουτέστιν, οὐκ εὐγενεῖς καὶ γνησίους
ἔχειν καρπούς· οὗτοι δ’ ἃν εἶεν οἱ ἐξ ἀρετῆς τε καὶ ἁγίας ζωῆς· ἀπολέσθαι δὲ μᾶλλον, καθάπερ ἐρυσίβῃ τινὶ τῇ σφῶν αὐτῶν περιθραυομένους κακίᾳ καὶ ἀθλιότητι, καὶ προσέτι τούτοις καὶ αὐτοὺς ζημιοῦσθαι τοὺς παρὰ Θεοῦ κλήρους· περὶ ὧν καὶ ὁ θεσπέσιος ψάλλει Δαυεὶδ, πρὸς τὸν τῶν ὅλων 3
Σωτῆρα Θεόν “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.” ἅπας 4 γὰρ ἡμῶν κλῆρος, καὶ πᾶσα μερὶς ἐν ἐξουσίᾳ Θεοῦ, καὶ αὐτὸς ἐστιν ὁ τῶν στεφάνων διανομεύς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.