οὐκ ἂν ἐφίκοιντό φησιν, οὐδ’ ἂν ἐξανύσειαν τὸ εὑρίσκειν δύνασθαι τὸν Θεὸν, ἀλλ’ οὐδ’ ἂν γένοιτο προσιτὸς τοῖς οὕτω μεταγινώσκουσιν. εὑρίσκεται γὰρ διὰ μόνης τῆς ἐν Χριστῷ ζωῆς, ἧς ἂν νοοῖτο προεισβολὴ τὸ ῥῆμα τῆς πίστεως, καὶ 4 προσέτι τούτῳ τὸ σωτήριον βάπτισμα, τὴν ἐν Πνεύματι πρὸς
Θεὸν οἰκείωσιν προξενοῦν. οὐκοῦν οὐκ οὐκ εὕροι τὸν Κύριον ὁ Ισραὴλ διά γε τῆς κατὰ νόμον λατρείας. ἐκκέκλικε γὰρ ἀπ᾿ αὐτῶν, ὅτι καὶ αὐτοὶ καταλελοιπασιν αὐτὸν, ἀποπηδῶντες τοσοῦτον, ὥστε καὶ τέκνων ἀλλοτρίων γενέσθαι πατέρες. ἀλλότρια δὲ τέκνα φησὶ, τὰ οἷον ἐκ μήτρας καὶ ἐξ αὐτῶν
τῶν σπαργάνων ταῖς τῶν εἰδώλων ἀνακείμενα δόξαις, προσαγόντων τάχα που τοῖς δαιμονίοις τὰ χαριστήρια καὶ τὰς ἐπὶ ταῖς ὠδῖσι θυσίας τῶν γεγεννηκότων. τέκνα τοίνυν 5 ἀλλότρια, τὰ μὴ ἐν Θεῷ· ἢ καὶ καθ’ ἕτερον τρόπον, τὰ ἐκ γυναικῶν ἀλλογενῶν. ἐπεμίγνυντο γὰρ ἀπερισκέπτως οἱ ἐξ
Ισραὴλ ταῖς τῶν ἐθνῶν θυγατράσιν, εἰδωλολατρούσαις ἔτι, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς, τὸ μὴ δεῖν συνάπτεσθαι 6 γαμικῶς τοῖς ἀλλογενέσι. “Τὴν θυγατέρα σου γάρ φησιν, “οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου. ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ
“πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.