δὴ οὖν εἰς τοῦτο φαυλότητος διισχυρίζεται τὸν Ἰσραὴλ, 1 ὡς οὐκέτι μὲν οἰστὴν γενέσθαι τὴν ἀπόνοιαν, ἰσάριθμον δὲ ὥσπερ αὐτοῖς ὁρᾶσθαι τὴν ἁμαρτίαν. αὐτοὶ μὲν γὰρ ἦσαν 2 “ ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ 3 “ παρὰ τὸ χεῖλος τῆς θαλάσσης,” κατὰ τὸ γεγραμμένον· 4 οὐδὲν δὲ τοῦ πλήθους ἀποδεῖν ἔφη τὰ πλημμελήματα. τοῦτο
οἶμαί ἐστι τὸ Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι. ἐπειδὴ δὲ εἰς τοῦτο κατώλισθον ἀθλιότητός τε καὶ δυσβουλίας, καὶ Θεῷ προσκρούοντες οὐ διαλελοίπασι, τὴν δόζαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι, τουτέστιν, ἐφ᾿ ᾧ μεγάλα φρονεῖν ἐγνώκασιν, ἐπ᾿ αὐτῷ δὴ τούτῳ καταισχυνθήσονται.
πῶς ἢ τίνα τρόπον; αὐχημάτων γὰρ ἀποπεσοῦνται τῶν ἐπὶ πλήθει πολλῷ, δαπανῶντος τοῦ πολέμου σὺν τοῖς μαχίμοις ὁμοῦ καὶ τὴν ἄλλην ἄπασαν ἡλικίαν· κένανδροι γὰρ ἀπομενοῦσιν 5 οἶκοί τε καὶ πόλεις. καὶ ἐπ᾿ αὐτῷ δὴ τούτῳ τὴν 6 Ἰουδαίαν ὁ προφήτης Ἱερεμίας ἐθρήνει λέγων “Πῶς ἐκά-
“ θισε μόνη ἡ πόλις ἡ πεπληθυσμένη λαῶν; ἄρχουσα ἐν “ χώραις, ἐγενήθη εἰς φόρον.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.