λελαμπρυσμένων εὖ μάλα φηςίν, “Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ 3 “σκότους, ἀλλ᾿ υἱοὶ φωτὸς καὶ ἡμέρας.” ἔοικε δέ φησι καὶ ὁ λαὸς ὁ ἐμὸς τοῖς οὐκ ἔχουσι γνῶσιν, καίτοι τὴν διὰ νόμου πεπλουτηκὼς ποδηγίαν. κέκληται γὰρ πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλλήθειαν ὄντος Θεοῦ, πεπληροφόρηται διὰ θαυμάτων,
ἐλλέλοιπε δὲ παντελῶς οὐδὲν τῶν ὅσα φωτίζειν οἷά τε τοὺς ἐσκοτισμένους, καὶ ἀξιάγαστον τοῖς εὐμαθεστέροις ἐνιέναι γνῶσιν οὐκ ἀνικάνως ἔχει. ἐπειδὴ δὲ ἀπώσω φηςὶ τὴν ἐπίγνωσιν, τουτέστι Χριστὸν, δἰ οὗ καὶ ἐν ᾧ προσιτός τε 4 ἅμα καὶ γνωστὸς ὁ Πατὴρ, ἐξωσθήσῃ λοιπὸν τοῦ εἶναι ἱερὸς,
καὶ τοῦ προςάγειν θυςίας, ὡς βέβηλος. καὶ ἐπειδὴ τῶν θείων εἰς λήθην κατώλισθες νόμων, μήτε τὰ Μωυςέως νοήσας πνευματικῶς, μήτε μὴν τοῖς διὰ Χριστοῦ παιδεύμασιν ἰσχνόν τε καὶ εὐφυᾶ τὸν νοῦν ἐνιεὶς, εἰς λήθην κἀγὼ τῶν σῶν οἱονεί πως ὑπενεχθήσομαι τεκνων, τουτέστιν, οὐκέτι μεμνήσομαι, 5
διά γε τοῦ καὶ φειδοῦς καὶ φροντίδος ἀξιοῦν· ὧν γὰρ ἀξιοῖ μεμνῆσθαι Θεὸς, τούτοις τὴν ἰδίαν ἀπονέμει φιλανθρωπίαν. ἑπελάθετο δὲ καὶ ἑτέρως τοῦ θείου νόμου, καὶ ἀπώσατο τὴν ἐπίγνωσιν εἰδωλολατρήσας ὁ Ἰσραήλ. Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν
εἰς ἀτιμίαν θήσομαι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.