ἀπονένευκεν ὁ Ἰσραὴλ, πῶς ἄν μὴ καὶ αὐτῶν ἐκπέσοι τῶν κατὰ νόμον ἑορτῶν, σαββάτων τε καὶ νουμηνιῶν; πρὸς δὴ τοῦτο φαμὲν, ὅτι παρώλισθον μὲν τῆς εἰς Θεὸν ἀγάπης, καὶ προσκεκυνήκασι τῷ Βάαλ καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, οὐ 1 μὴν εὶσάπαν ἀπώσαντο τὰ διὰ Μωυσέως· διετέλουν δὲ μᾶλλον ἐπ’ἄμφω βαίνοντες καὶ σκάζοντες, κατὰ τὴν τοῦ 2 προφήτου φωνὴν, ὡς μήτε τῷ Βάαλ ὁλοτρόπως, μήτε μὴν 3 τῷ τῶν ὅλων Θεῷ καθαρῶς ἑλέσθαι προσκυνεῖν. οὐκοῦν
ἐκπέπτωκεν ἑορτῶν τε καὶ πανηγύρεων καὶ εὐφροσυνῶν καὶ σαββάτων, οὔτε Θεῷ πληροῦν τὰ ἐν νόμῳ συγχωρούμενος, οὔτε μὴν τῷ Βάαλ τὰς ἐν ἔθει πανηγύρεις ἐπιτελῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.