1 καίτοι, πῶς οὐκ ἄμεινον ἐκεῖνο νοεῖν, ὡς πρέποι ἄν μᾶλλον τοῖς εἰς τοῦτο ταλαιπωρίας ἐνηνεγμένοις, ἀνακραγεῖν τὸ διὰ τῆς τοῦ ψάλλοντος λύρας εὖ μάλα παραφωνούμενον “Ἐπὶ “τὸν ποταμὸν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν “ ἐν τῷ μνησθῆναι ἠμᾶς τῆς Σιών.” ἀνεπιτήδευτον δὲ
Ib. 4. παντελῶς τὸ ἑορτάζειν ἔχοντες, οὐδὲν ἧττον φαςί “Πῶς “ ᾄσωμεν τὴν ᾡδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας ;” οὐκ ἐφειέντων οἶμαί που τῶν Βαβυλωνίων τὰς νενομισμένας αὐτοῖς λατρείας, καὶ τὰ οἴκοι φίλα τε καὶ ὡς ἐν ἔθει πληροῦν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.