„ πατράσιν ἐπηγγελμένην ἁγίαν γῆν, φημὶ δὴ τὴν τῆς ἐπαγγελίας. „ ἀλλὰ καὶ ὁ προφήτης Ἱερεμίας ἤκουσε Θεοῦ λέγοντος 5 „ ἐναργῶς ’ Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί „ ‘σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην „ ‘εἰς ἔθνη τέθεικά σε.’ πῶς οὖν οὐκ ἀξιάγαστοι,
6 „ φησὶν, οἱ καὶ τὴν οὕτω σεπτὴν καὶ παγκάλην διακονίαν „ παραιτούμενοι, καὶ τὴν μέλλησιν οὐκ ἀπαναινόμενοι ; ὁ μὲν 7 „ γὰρ ἔφασκε, ’ Δέομαι κύριε προχείρισαι ἄλλον δυνάμενον 8 „ ’ ὃν ἀποστελεῖς·’ ὁ δὲ τὴν νεότητα προισχόμενος, ἐκθυσωπεῖν „ ἐπειρᾶτο Θεόν. ἀλλὰ καὶ ὁ προφήτης, φησὶν, Ἰεξεκιὴλ
„ ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἄρτους ἑαυτῷ ποιῆσαι „ προστεταγμένος, δεδυσφόρηκεν οὐ μικρῶς, ἤκουσέ τε διὰ 9 „ τοῦτο, ’Ἴδου δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ βολβίτων 10 „ ‘ἀνθρωπίνων, καὶ ὀπτήσεις τοῖς ἄρτους σου ἐπ’ αὐτῶν. καὶ „ μὴν καὶ αὐτὸς ὁ θεσπέσιος Πέτρος, ὅτε τῆς ὀθόνης καθιεμένης
„ ἐξ οὐρανοῦ, ἐν ἧ πάντα ἐγέγραπτο τὰ τετράποδα καὶ 11 „ τὰ κτήνη, Θεοῦ λέγοντος ἤκουσεν ‘Ἀναστὰς, Πέτρε, θῦσον „ ‘καὶ φάγε, παρητεῖτο, φησὶν, οὕτω λέγων ‘Μηδαμῶς 12 „‘κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον· οὐδὲ „ ‘εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον,’ Ὠσηὲ δὲ
13 „ ἀκούσας ὅτι γυναίῳ συνάπτεσθαι δεῖ αἰσχρῷ καὶ πεπορνευμένῳ „ καὶ ἐπάρατον ἔχοντι ζωὴν, οὐ παραιτεῖται τὸ χρῆμα, „ οὐκ ὄκνον εἰσδέχεται, οὐ προσάγει τὴν ἱκετηρίαν, ἀνεῖσθαι „ παρακαλῶν· ἀλλ’ οἷά τις τῶν ἀσελγεστάτων προχειρότατα „ καὶ ἀμελλητὶ μονονουχὶ καὶ ἁρπάζει τὸ χρῆμα, τάχα που
„ τῆς εἰς τὸ γύναιον ἡδονῆς ἡττώμενος.” Εἶτα κατακλείων 14 εἰς ἀτοπίαν τοὺς λόγους, προσετίθει τούτοις ὀλίγα ἅττα καὶ ψυχρά. σκήπτεται μὲν γὰρ τῷ προφήτῃ συνηγορεῖν, καὶ πάλιν φησὶν, „ ὅτι πλείστην ὅσην ἂν ἐποιήσατο τὴν παραίτησιν, „ τῇσιν, εἰ σωματικὴν ἠπίστατο κοίνων ίαν προστάξαι Θεόν· 15
„ ἐπειδὴ δὲ ἦν πνευματικόν τι τὸ δρώμενον, ἐκ πολλῆς ἄγαν „ Φιλοθεΐας, μονονουχὶ καὶ αὐτόμολος ἐπὶ τὸ δρᾷν ἔρχεται τὸ „ κεκελευσμένον. ἄλλως τε, φησὶν, οὐκ ἃν ὁ τῆς ἐγκρατείας „ Θεὸς ἠθέλησέ τι γενέσθαι τοιοῦτον, ὡς ἄνδρα τοσοῦτον „ αἰσχραῖς οὕτως καὶ βδελυρωτάταις καταμιαίνεσθαι συμπλοκαῖς,
„ πλοκαῖς, ταῖς εἰς γυναῖκα φημὶ, καὶ τοῦτο μαχλῶσαν καὶ „ πεπορνευμένην. μεταπλάττων δὲ ὥσπερ τῆς ἱστορίας τὴν „ δύναμιν εἰς ἐννοίας πνευματικὰς, ἔφασκε μὲν εἶναι τὴν Γόμερ 16 „ εἰς τύπον ψυχῆς αἰσχρῶς καὶ ἀσέμνως διαζῆν ᾑρημένης· „ τὸν δέ γε προφήτην εἰκόνα πληροῦν τοῦ ἄνωθεν καὶ ἐξ
„ οὐρανοῦ, τουτέστι, τοῦ ἐκ Πατρὸς Θεοῦ Λόγου, ὃς ταῖς „ ἡμετέραις ψυχαῖς συναπτόμενος νοητῶς τὰ τῆς φιλαρέτου „ ζωῆς ἐνίησι απέρματα 1.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.