μὴ οὕτως πεπρᾶχθαι, μήτε μὴν παρειλῆφθαι πρὸς γάμον, ἤτοι σύνοδον γαμικὴν, τὴν Γόμερ, ὅπου καὶ σύλληψιν γεγενῆσθαι φησὶ τὸ γράμμα τὸ ἱερὸν, καὶ μὴν καὶ ἀπότεξιν, μέμνηταί τε καὶ ὀνόματος τοῦ παιδίου, καὶ τὸν τοῦ γυναίου λέγει πατέρα, καὶ αὐτὸ δὲ πρὸς τούτοις τοῦ γυναίου τὸ ὄνομα.
ἐπειδὴ δὲ ἀναγκαῖον ἦν ὁμολογεῖν, τῇ τῶν πεπραγμένων ἀληθείᾳ συνειπεῖν ἑλομένοις, ὅτι ταῦθ’ οὕτως γέγονεν ἀληθῶς, φέρε τοὺς τῶν κατασκώπτειν εἰωθότων παραθέντες 2 λόγους, τότε λοιπὸν ἐπαγάγωμεν ἐπὶ καιροῦ τῆς οἰκονομίας τὴν ἀφήγησιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.