ἤγουν ἑαυτοὺς εἰς ναὸν ἅγιον παραστῆσαι Χριστῷ. πάντα καταρρεῖ πρὸς τὸ χεῖρον· καὶ μὴν καὶ τὸ εἶναι πάντως ἐν πειρασμοῖς καὶ νοηταῖς ἀκαρπίαις ὁρᾶται συμβαῖνον· οὕτω καὶ τὸ ἔμπαλιν ἀληθὲς, τοῖς οἰκοδομεῖν ἐθέλουσι καὶ τὸν τῆς ἐπιεικείας ἱδρῶτα τετιμηκόσι, δοθήσεται παρὰ Θεοῦ τὸ
ἐν παντὶ δὴ πάντως ὁρᾶσθαι καλῷ, καὶ ταῖς εἰς νοῦν εὐκαρπίαις καταπιαίνεσθαι, καὶ οἷον ἐκτεθηλότα διαφόροις 1 ἀρετῶν αὐχήμασι κῆπον ἔχειν τὸν ἐσωτάτω, μόνον δὲ οὐχὶ 2 καὶ τοῖς ὡρίμοις κατάκομον, ὡς καὶ δύνασθαι λοιπὸν ἐκ παρρησίας ἀνακραγεῖν τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “ καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω 3 “ καρπὸν ἀκροδρύων αὐτοῦ.’’ τροφὴ γὰρ ὥσπερ Θεῷ τὰ ἐξ
ἀρετῶν βλάστη μάτα, καὶ τῆς εἰς νοῦν εὐκαρπίας ἡ χάρις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.