ἐπιεικείας τῆς εἰς τὸν οἶκον αὐτοῦ, τὸ ἐν παντὶ δὴ πάντως 1 κατευρύνεσθαι καλῷ. ὑπισχνεῖται δὲ ὅτι μάλιστα χορηγήσειν αὐτοῖς τὴν ἐξ ἀγρῶν εὐκαρπίαν, ὡς ἀπιστίας ἐγγὺς γενέσθαι τὸ χρῆμα, καὶ ὑπὲρ ἐλπίδα πολλὴν τοὺς ἀπὸ τῆς ἅλω διαφαίνεσθαι σωροὺς, καὶ ξύλων δὲ τῶν ἐν κήποις ἀνιεμένων
ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν ἄμπελον, συκῆν τε, καὶ ῥοὰν, καὶ ἁπαξαπλῶς πλουσίως αὐτοῖς ἐκτεθηλέναι τὰ ἐξ ὡρῶν, καὶ μὴν καὶ ἐλαίας ἐν ἀδοκήτῳ πλεονασμῷ τὸν οἰκεῖον αὐτοῖς ἐκδούσης καρπὸν, διάτοι τὸ εὐλογεῖσθαι παρὰ Θεοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.