2 παντὶ τῷ κατίξοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον· ἔφη γάρ που 3 καὶ αὐτὸς ὁ χριστος “ Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρή- “ νῆν τὴν ἐμὴν ἀφίημι ὑμῖν.” καὶ ὅπως ὀνίνησι τὸ 4 τοὺς ἠγαπηκότας, διδάξει πάλιν ὁ Παῦλος γράφων “ Ἡ “ εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει “ τὰς καρδίας ὑμῶν καὶ τὰ σώματα ὑμῶν.” ἐλιπάρει δέ που 5 καὶ ὁ σοφὸς Ἡσαΐας λέγων " κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην “ δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν.” ὡς τοῖς γε ἠξιωμένοις τὴν Χριστοῦ λαβεῖν εἰρήνην, μετὸν εὐκόλως τὴν ἰδίαν ἀνασῶσαι ψυχὴν καὶ πρὸς κατόρθωσιν ἀρετῆς ἀπευθύναι
6 τὸν νοῦν. οὐκοῦν παντὶ τῷ κτίξοντι δοθήσεσθαί φησιν τὴν φήνην. εἴτε γὰρ Ἐκκλησίαν οἰκοδομεῖ τις, καὶ τέτακται μυσταγωγὸς ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ· εἴτ’ οὖν τὴν ἰδίαν 7 αὐτὸς ὀνίνησι ψυχὴν, ὡς λίθον ζῶντα καὶ πνευματικὸν ἑαυτὸν παριστὰς “ εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον “ Θεοῦ ἐν νεύματι, ὁ τοιοῦτος πάντη τε καὶ πάντως τὸ δύνασθαι τὴν ἰδίαν εὐκόλως ἀνασῶσαι ψυχήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.