ἀμείνων δὲ οὕτω τοῦ πάλαι καὶ ὑπερκείμενος, ὅσῳπερ ἂν οἴοιτό τις διενεγκεῖν καὶ τῆς κατὰ νόμον λατρείας τὴν ἐν Χριστῷ τε καὶ εὐαγγελικῆν, καὶ τῶν ἐν σκιαῖς τὴν ἀλήθειαν. ἄλλως τε· φάναι γὰρ ἤδη κἀκεῖνο χρησίμως οἰήσομαι δεῖν· εἷς ἦν, καὶ ἐν μόνοις τοῖς Ἱεροσολύμοις ὁ πάλαι ναὸς, καὶ ἦν ἔθνος ἓν τὸ ἐξ Ἰσραὴλ τὰς ἐν αὐτῷ θυσίας ἐπιτελοῦν. ἐπειδὴ δὲ γέγονε καθ’ ἡ ἡμᾶς ὁ Μονογενὴς Θεὸς ὢν “ Κύριος 1 “καὶ ἐπέφανεν ἡμῖν, κατὰ τὰς γραφὰς, μεμέστωται λοιπὸν ἡ ὑπ’ οὐρανὸν οἴκων τε ἁγίων καὶ ἀναριθμήτων προσκυνητῶν, οἳ πνευματικαῖς θυσίαις καὶ νοηταῖς εὐωδίαις τὸν τῶν
ὅλων καταγεραίρουσι Θεόν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ προφήτου Μαλαχίου προαναφωνούμενον, ὡς ἐκ προσώπου τοῦ Θεοῦ “ Διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει “ κύριος, καὶ τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἕθνεσι, “ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ 2
“ θυσία καθαρά.” οὐκοῦν ἀτρεκὴς ὁ λόγος, ὡς ἕσται μείζων ἡ δόξα τοῦ τελευταίου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.