νοοῖτο καὶ οἶκος Θεοῦ. κατῴκηκε γὰρ ἐν ἡμῖν Χριστὸς διὰ 1 τοῦ Πνεύματος· καὶ ἐσμὲν ναοὶ Θεοῦ ζῶντος, κατὰ τὰς γραφάς. οὐκοῦν καὶ ἕκαστος ἡμῶν οἰκοδομείτω τὴν ἑαυτοῦ καρδίαν διὰ πίστεως ὀρθῆς, αὐτὸν ἐχέτω θεμέλιον τὸν τῶν ὅλων Σωτῆρα Χριστόν, τὸν ἔντιμον ἀληθῶς· προσεπαγέτω
2 δὲ τούτοις καὶ ὕλην ἑτέραν, τὴν ὑπακοὴν δὴ λέγω, καὶ τὸ εἰς πᾶν ὁτιοῦν εὐήνιον, τὴν ἀνδρείαν, τὴν ὑπομονὴν, τὴν 3 ἐγκράτειαν. συναρμολογούμενοι γὰρ οὕτω “ διὰ πάσης ἁφῆς “τῆς ἐπιχορηγίας,” “ εἰς ναὸν ἅγιον ἀναβησόμεθα καὶ εἰς κα- “τοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.” οἱ δὲ βραδεῖς εἰς πίστιν,
ἢ καὶ πιστεύσαντες μὲν, ὀκνηροὶ δέ πὼς ἔτι πρὸς ἀπόστασιν τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας καὶ φιληδονίας κοσμικῆς, δι 4 αὐτὸ δὴ τοῦτο μονονουχὶ καὶ κεκράγασιν " οὐχ ἥκει ὁ 5 “ καιρὸς τοῦ οἰκοδομήσαι τὸν οἶκον Κυρίου.” ταύτῃτοι καὶ περιπίπτουσι ταῖς τῶν οὐρανίων ἀγαθῶν ἐνδείαις, καὶ νοηταῖς
ἀκαρπίαις, καταφθίνοντος ἐν αὐτοῖς τοῦ νοῦ, καθάπερ τινὸς γῆς, ὡς μήτε σῖτον ἔχειν, τουτέστιν ἰσχὺν, μήτε μὴν οἶνον, 6 ὅ ἐστιν εὐφροσύνης σύμβολον. γέγραπται γὰρ ὅτι “ ἄρτος “ στηρίζει καρδίαν ἀνθρώπου· καὶ οἶνος εὐφραίνει καρδίαν “ ἀνθρώπου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.