πρὸς σύστασιν τῆς Ἐκκλησίας καὶ πρὸς οἰκοδομὴν αὐτῆς. δράσομεν δὲ τοῦτο, καὶ λίαν ἐμφρόνως, 2 οἷον ὕλην χρειωδεστάτην συλλέγοντες, καὶ ὡς ἐκ δρυμοῦ κόπτοντες ξύλα τὰ ἐν τῇ θεοπνεύστῳ γραφῆ πνευματικὰ θεωρήματα· δι’ ὧν ἄν τις ἀσφαλῆ καὶ ἐρηρεισμένην ποιήσαιτο τὴν ἐπὶ Θεῷ δόξαν ἤτοι διάληψιν, καὶ εὖ ἔχοντα καὶ πεποιημένον ἐξόχως ἀποφανεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας
τὸν τρόπον· ἀποκομιεῖ δὲ πρὸς τούτῳ καὶ εἰς εἴδησιν ἀκριβῆ 3 τῆς πνευματικῆς εὐτεχνίας, καὶ τῆς ἐν ἤθει καὶ τρόποις νοουμένης ἐπιεικείας. διά τοι τούτων οίκοδοείσθαί φαμεν τὸν οἶκον τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας πράττεσθαι σύστασιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.