δὲ τοῖς τοιούτοις θεωρήμασιν οἶμον ἴτω τις, ἢν ἂν βούλοιτο καθ’ ἑαυτόν· ἡμεῖς δὲ ἅπαξ τὸν λόγον εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον περιτρέποντες, νομικὴν ποιησόμεθα τὴν τῶν νοημάτων 1 ἀφήγησιν. γέγονε τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἱλαστήριον διὰ τῆς πίστεως· ἐδόκει γὰρ ὧδε φρονεῖν
τε καὶ λέγειν καὶ τῷ θεσπεσίῳ Παύλῳ· ἀπηλλάγμεθα γὰρ δι’ αὐτοῦ παντὸς αἰτιάματος, ἵλεώ τε καὶ εὐάντητον ἐσχήκαμεν τὸν Πατέρα. καὶ μαρτυρήσει λέγων ὁ σοφὸς Ἰωάννης “Τεκνία, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁ,αρτάμξτε. 2 “καὶ ἐάν τις δὲ ἁμάρτη, παράκλητον ἔχομεν πρὸς τὸν Πα-
“τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι “περὶ τῶν ἁμαρτιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, 3 “ἁλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.’ ἐπειδὴ δὲ ἦσαν τύποι τῶν ἐσομένων κατὰ ἀλήθειαν τὰ πάλαι δι’ αἰνιγμάτων ἀνατυπούμενα, φέρε τι λέγωμεν τὸν ἐν τῆ ἁγίᾳ σκηνῇ γεγονότα
παρὰ τοῦ Πατρὸς ἱλαστήριον δεικνύοντες τὸν Υἱόν. προστέταχε τοίνυν ὁ τῶν ὅλων Θεὸς κιβωτὸν γενέσθαι καὶ Exod. λυχνίαν, καὶ μέντοι καὶ τράπεζαν ἐν τῇ ἁγίᾳ σκηνῇ· εἶτα πρὸς τούτοις ἱλαστήριον ἐκ χρυσοῦ καὶ πορφύρας καὶ βύσσου κεκλωσμένης καὶ κοκκίνου διανενησμένου, καὶ τοῦτο ἐπὶ
τεσσάρων αἰρόμενον στύλων ἐπεκρέματο τῆ ἁγίᾳ κιβωτῷ· d εἶτα δύο Χερουβὶμ εἰς δεξιόν τε καὶ εὐώνυμον ἐκ χρυσοῦ 4 5 πεποιημένα περιειστήκει τὸ ἱλαστήριον, τὰ πρόσωπα πρὸς αὐτὸ συντείνοντα. αἴνιγμα ’δε ἢν τὸ χρῆμα πάλιν μυστηρίου τοῦ κατὰ Χριστόν. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καίτοι Θεὸς καὶ κύριος τῶν ὅλων ὑπάρχων, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνὼς κατὰ φύσιν. ἀλλ’ εἰ καὶ γέγονε σὰρξ, καὶ
τέθειται παρὰ τοῦ Πατρὸς ἱλαστήριον, οὐκ ἀποβέβληκεν 6 ὅπερ ἦν, τουτέστι, τὸ εἶναι Θεός· ἀλλ’ ἔστι καὶ οὕτως ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ, καὶ πάλιν αὐτὸν περιεστᾶσιν αἱ ἄνω δυνάμεις, τὰς αὐταῖς συντεταγμένας ἀποπεραίνουσαι λειτουργίας. ταύτῃτοι τὰ Χερουβὶμ περιεστᾶσι τὸ ἱλαστήριον,
καὶ πρὸς αὐτὸ βλέπουσι διὰ παντός. ἔθος γὰρ ταῖς ἄνω δυνάμεσιν, ἁγίαις οὔσαις καὶ πανάγνοις, ἀεὶ κατασκέπτεσθαι τὰ Θεοῦ, καὶ εἰς αὐτὸν βλέπειν, καὶ εἰς τὰ αὐτῶ δοκοῦντα 7 καὶ φίλα τετράφθαι διὰ παντός. γνωσθήση δὴ οὖν, ὦ Δέσποτα, φησὶ, τίς ἔσῃ, καθ’ ἡμᾶς γεγονώς· ὅτι γὰρ ἱλαστήριον,
ὡς ἐκ παραδείγματος τοῦ ἐν τῆ ἁγίᾳ σκηνῇ, γνωσθήσῃ σαφῶς. ἕστηκας γὰρ ἐν μέσῳ δύο ζῴων, τουτέστι, τῶν Χερουβὶμ, καὶ ὄνομά σοι, τὸ ἱλαστήριον. καὶ ἀληθὴς ὁ λόγος· 8 ὡς γὰρ αὐτός φησιν ὁ Χριστός “Οὐκ ἀπέστειλεν ὁ Πατὴρ “τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον· ἀλλ’ ἵνα
“σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.” 9 Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· έν τῷ παρεῖναι τὸ καιρόν ἀναδειχθήσῃ. Προκεχρησμῴδηκε μὲν ὁ νόμος τὸ Χριστοῦ μυστήριον· καὶ μὴν καὶ ὁ τῶν ἁγίων προφητῶν προανεκεκράγει χορός·
10 συμβάλλοντες δὲ χρησίμως τοῖς πάλαι περὶ αὐτοῦ γεγραμμένοις τὰ ἐν καιρῷ τῆς ἐπιδημίας συμβεβηκότα τε καὶ κατωρθωμένα, βεβαιοτέρους ἡμᾶς εἰς τὴν ἐπ’ αὐτῷ πίστιν προκαθιστᾶσιν οἱ μυσταγωγοὶ ποικίλως, καὶ αὐτοὺς δὲ πλειστάκις
εὑρήσομεν τὸν οἰκεῖον ἐντεῦθεν ἐμπεδοῦντας νοῦν· ὁποῖον ἐστὶν ἐκεῖνο τὸ διὰ φωνῆς εὐαγγελιστῶν. ἐκβέβληκε μὲν 11 γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τοὺς βόας, καὶ τὰς τραπέζας ἀνέτρεψε τῶν κολλυβιστῶν, “Καὶ ποιήσας φραγέλλιον 12
“ἐκ σχοινίων πάντας ἐξέβαλε, λέγων Μῆ ποιεῖτε ’τον “τοῦ Πατρός μου οἶκον ἐμπορίου·” καὶ τί τὸ ἐντεῦθεν; “Ἐμνήσθησαν, φησὶν, οἱ μαθηταὶ αὐτοῦ, ὅτι ἦν γεγραμ- 13 “μένον Ό ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.” οἰηθέντι ’δε ποτε τῷ Ἰωσὴφ τὴν μνηστευθεῖσαν αὐτῷ διεφθάρθαι παρθένον, 14
ἐθέλοντί τε λάθρα ἀπολῦσαι αὐτὴν, “Ὤφθη, φησὶν, 15 “ἄγγελος κυρίου κατ’ ὄναρ λέγων Ἰωσὴφ υἱὸς Δαυεὶδ, μὴ “φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ “ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἁγίου. τέξεται δὲ “υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ
“σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. εἶτα λόγιον ἱερὸν παρεκόμιζε πρὸς πληροφορίαν· ἔφη γὰρ πάλιν ὡδί “τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ 16 “τοῦ προφήτου λέγοντος Ἴδου ἡ παρθένος ἐν γαστρὶ ἕξει “καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ-
“μανουήλ.” εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Ἐμμανουὴλ ἐκ τῶν τοῖς προφήταις προεπηγγελμένων τὴν ἐφ’ ἑαυτῷ κρατύνοντα πίστιν, ἀξιοῦντά τε δι’ αὐτῶν ἤδη τῶν πραγμάτων ἐπιγινώ- 17 σκεσθαι, καὶ τοῖς ἤδη προειρημένοις τὴν τῶν ἀποτελεσμάτων συμφέροντας ἔκβασιν, ἐνδοιάζειν οὐδαμῶς ὡς αὐτὸς εἴη λοιπὸν, ὁ διὰ νόμου καὶ προφητῶν προκεκηρυγμένος. ἧκον 18 μὲν γὰρ πρὸς αὐτόν τινες τῶν Ἰωάννου μαθητῶν, φιλοπευστοῦντες 19 καὶ λέγοντες “Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν
ἧμας λέγων Σὺ εἰ ο ἐρχόμενος ἢ ἕτερον ὁ δὲ, καίτοι λέγειν ἐξόν Ἐγὼ καὶ οὐχ ἕτερος, ἐπὶ τὴν ἀρχαίαν 20 αὐτοὺς ἀναπείθει προάγγελσιν ἀναφοιτῆσαι λέγων “Πορευ- “θέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ “ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ
“κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελί- “ζονται, καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν 21 “ἐμοί.” ἀτρεκὲς οὖν ὅτι, καθά φησιν ὁ Προφήτης, ἐν τῷ εγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, καὶ ὅτι κατὰ καιροὺς τοὺς πάλαι προωρισμένους ὡς ἐν θελήσει τε καὶ βουλῇ τοῦ Θεοῦ καὶ
Πατρὸς, ἀνεδείχθη Χριστός. ἐν ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς ἐπέφανεν ἡμῖν, ἐπεγνώσθη τε καὶ ὡμολόγηται, καθάπερ ἀμέλει καὶ πρό γε τῶν ἄλλων ὁ Ναθαναὴλ ἀνακεκράγει 22 λέγων “Ῥαββὶ σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ “Ισραήλ.” ἐπεγνώσθη δὴ οὖν ἐν τῷ ἐγγίζειν τ‘ὶ ἔτη, τουτέστιν,
ὡς ἐν τῶ καιρῷ τῆς μετὰ σαρκὸς οἰκονομίας. ἐπεγνώσθη 23 τε παρά τε ἁγίων καὶ ἁπάσης ἤδη λοιπὸν τῆς ὑπ’ οὐρανόν. ἐγνώκαμεν γὰρ τὸν ἐν μέσῳ δύο ζῴων, ἱλαστήριον ὡς ἐν αἰνίγμασι νομικοῖς προανατυπούμενον, τουτέστι, Χρἴστον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.