1 μὲν ἔφη, δύο κεκλῆσθαι ζῷα τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, ὧν καὶ ἐν μέσῳ γινώσκεσθαι τὸν Θεὸν καὶ Πατέρα. ἀμαθὲς οἶμαι τὸ τῇδε νοεῖν, καὶ πολὺ τὸ εὔηθες ἔχον. τίς γὰρ ὁ φάναι τολμῶν, ὅτι ζωόν ἐστιν ἡ ζωὴ, τουτέστιν, ὁ Υἱὸς ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον; ζωὴ γὰρ μᾶλλον τὸ ζωοποιοῦν,
ζῷον δὲ δὴ τὸ τῆς παρ’ ἑτέρου μέτεχον ζωῆς. ἄτοπον δὲ καὶ ἑτέρως μέσον ὥσπερ ἀμφοῖν νοεῖσθαι τὸν Πατέρα, ὅς γε καὶ πρῶτος ὀνομάζεται κατά γε τὴν σύνταξιν τῆς ὁμολογίας τῆς ἁγίας τε καὶ ὁμοουσίου τριάδος. καὶ οὐ δήπου φαμὲν, ὡς προτεταγμένος κατὰ τὴν κλῆσιν τοῦ τε Υἱοῦ καὶ τοῦ
2 Πνεύματος, προὐφέστηκεν αὐτῶν· λῆρος γὰρ τοῦτο καὶ ψευδοέπεια· διακείμεθα δὲ μᾶλλον καὶ πεπιστεύκαμεν, ὅτι καὶ συναΐδιον ἔχει τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, καὶ ἦν, ὅ ἐστιν, οὐ δίχα τοῦ ἰδίου Πνεύματος, ἀλλ’ ἅμα τε Θεὸς νοεῖται ὁ Πατὴρ, καὶ συνεισβέβηκεν εὐθὺς ἡ ὕπαρξις τοῦ
δι’ ὅν ἐστι Πατὴρ, καὶ αὐτὸ δὲ τὸ θεῖον αὐτοῦ καὶ ἅγιον νεῦμα. ἐπειδὴ δὲ πηγή τις ὥσπερ ἐστὶ τοῦ ἰδίου γεννήμάτος, 3 οἰκονομικῶς προωνόμασται. ὅπως οὖν ἔσται μέσος Υἱοῦ καὶ νεύματος, ἐννοεῖν οὐκ ἔχω. ἀλλ’ ἐροῦσιν ἴσως, κατά γε τὸ εἰκὸς, ὡς ἐν τόπῳ χρῆναι νοεῖσθαι τὸ μέσον.
4 ἀλλὰ καὶ τοῦτο ἄτοπον. οὐ γὰρ ἐν τόπῳ τὸ θεῖον, ὅτι μήτε ἐν ποσῷ, μήτε μὴν κατὰ σῶμά ἐστιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.