συμβῆναι δὲ μᾶλλον ταῖς τῶν πόλεων πλημμελούσαις ἐπιτρέπει πολλάκις. εἰ δὲ δὴ νοοῖντο τυχὸν τῶν ἐπαινουμένων, οἱ ἐνθ,άδε λεγόμενοι δεσμοὶ, πάλιν ἐκεῖνό φαμεν, ὅτι βέβληται 2 μὲν εἰς κεφαλὰς ἀνόμων θάνατος, συντείνει δὲ ὥσπερ δεσμοῖς ἀγάπης ὁ τῶν ὅλων Θεὸς τοὺς προσιόντας αὐτῷ, καὶ τῇ
πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Καὶ ἐγὼ συνεπόδισα τὸν Hos. 3 “Ἐφραῒμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν 4 “αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεως μου.’’ ὁ δέ γε δεσμὸς τρόιχήλους ἐνθάδε νοεῖται καὶ τὸ εὐήνιον τῶν ὑποτεθεικότων αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ τὸν χρηστὸν ἀληθῶς τοῦ Σωτῆρος ἡμῶν ὑποδεδυκότων ζυγόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.