δὲ ταῖς αὐτῶν ἁμαρτίαις ἐντήκεσθαι τοὺς ἀπειθεῖν 2 ᾑρημένους, οἷς καὶ ἔφασκεν ἐναργῶς “Ἀμὴν ἀμὴν λέγω 3 ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις “ὑμῶν ἀποθανεῖσθε.’’ ἐξῆθες τοίνυν, φησὶν, οἱονεί τις ἐπὶ τὰ τῶν δυσμενῶν ἐρχόμενος στίφη, καὶ τὸν 4
πολέμου νόμον ἐξωπλισμένος. καὶ ὁ τῆς ἐξόδου σκοπὸς ανασωσαι τοὺς χριστοὺς τοὺς σούς· δῆλον δὲ ὅτι τοὺς τῶ Ἁγίῳ κεχρισμένους Πνεύματι, περὶ ὧν καὶ πάλαι διὰ προφητῶν ἐνετείλατο λέγων “Μὴ ἅπτεσθε τῶν χριστῶν μου, 5 “καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·’’ τῶν γεμὴν
ανομων καταρτίσαι θάνατον, ὃν αὐτοὶ ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς ἁλοῖεν ἂν, τὴν δικαιοῦσαν πίστιν οὐ προσιέμενοι. τοιγάρτοι καὶ ἀρρήκτοις ἐνδέδενται δεσμοῖς, καἲ τα,ῖς τῶν ἰδίων πλημμελημάτων σειραῖς κατασφίγγονται· 6 καὶ οὐ μερικῶς, ἁλλ’ οἷον δι’ ὅλου σώματος, καὶ μέχρι
τραχήλου.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.