2 οἳ τῆς Ἰουδαίων κατεστρατεύοντο γῆς. οὗτοι δὲ ἦσαν οἵ τε πρὸς ἠῶ καὶ νότον Αἰθίοπες τὴν Ἰνδικὴν προσοικοῦντες θάλασσαν, καὶ μέντοι καὶ Μαδιηναῖοι, καὶ αὐτοὶ τὴν ὅμορον οἰκοῦντες ἔρημον. πτοηθησονται τοίνυν, φησὶν, οἱ τῆ ἁγίᾳ μαχόμενοι πόλει, ἵνα νοῶμεν τὴν νοητὴν Σιῶν, ἥτις
3 ἐστὶν Ἐκκλησία Χριστοῦ, ἢν οἰκοῦσιν οἱ ἅγιοι, καὶ τὸ ἀπόλεκτον γένος, ὡς ἐν τύπῳ πάλαι τῷ Ἰσραὴλ, καθὸ καὶ ἑρμηνεύεται Νοῦς ὁρῶν Θεὸν ὁ Ἰσραήλ. τεθαύμασται δὲ 4 καὶ ὁ Ναθαναὴλ, ὡς “ἀληθῶς ὢν Ἰσραηλίτης, ἐν ᾧ δόλος 5 “οὐκ ἔστιν. οὐκοῦν ὡς ἐν εἰκόνι καὶ τύποις τοῖς Αἰθιοψι
καὶ Μαδιηναίοις, οἳ τὸ ἀπόλεκτον ἀεὶ κακοῦν ἤθελον γένος, τουτέστι τὸν Ἰσραὴλ, τὰ τῶν δαιμονίων συνήσομεν στίφη, τὰ τοῖς ἁγίοις ἀνθεστηκότα. φαίη δ’ ἄν τις καὶ ἑτέρως Αἰθίοπας ὀνομάζεσθαι τοὺς εἰδωλολάτρας, οἷς ὁ βίος ἐστὶ σαρκικὸς, γεώδης τε καὶ ἐν ἀκαθαρσίαις· Αἰθίοπες δὲ οἱ
τοιοῦτοι· τὸ γάρ τοι θεῖον εἰς νοῦν οὐκ ἔχουσι φῶς, ἀλλ’ 6 εἰσὶ μονονουχὶ μέλανες τὴν καρδίαν καὶ κατεσκοτισμένοι τὰς φρένας, οἷς καὶ ὁ δράκων εἰς κατάβρωσιν δεδόσθαι λέγεται. ψάλλει γάρ που καί φησιν ὁ Δαυεὶδ πρὸς τὸν 7 τῶν ὅλων Θεόν “Σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δρά-
“κοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. ὥσπερ γὰρ ἡμεῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον πνευματικὴν καὶ ἁγίαν πεποιήμεθα τροφὴν, οὕτω καὶ οἱ φιλαμαρτήμονες 8 καὶ τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες μονονουχὶ σιτοῦνται τὸν σατανᾶν, αὐτὸν ἔχοντες εἰς νοῦν, καὶ τὰ αὐτοῦ φρονοῦντες c καὶ λέγοντες. Μαδιηναῖοι δὲ πάλιν εἶεν ἃν, ὡς ἔφην, βαλὼν, οὐχ ὕδασι τὴν ἰδίαν ἐπιχέων ὀργὴν, οὐ θαλάσσης κύματα διελὼν, οὐκ ἀνθρώποις ὄλεθρον ἐπιφέρων· ἀποκτείνας 9 ἃς δὲ μᾶλλον αὐτὸν τὸν μιαιφόνον δράκοντα, καὶ τὴν παρ’ αὐτοῦ τε καὶ δι’ αὐτὸν ηὑρημένην καθελὼν ἁμαρτίαν, καὶ τὸ δυσάντητον τοῦ θανάτου καταλύσας κράτος, καὶ καλέσας
ἅπαντας εἰς θεογνωσίαν, διὰ τῶν ἁγίων Ἀποστόλων, οἳ πᾶσαν ἐκπεριθέοντες τὴν ὑπ’ οὐρανὸν, καὶ τὸ τοῦ Χριστοῦ περιφέροντες ὄνομα, καὶ μάλα δικαίως, κατεθαυμάζοντο. ὦ τοίνυν Δέσποτα, φησὶν, ἀξιάκουστα λίαν τὰ ὧν αὐτὸς γέγονας αὐτουργὸς, καὶ πολὺ τὸ ἄμεινον ἔχοντα τῶν διὰ
10 Μωυσέως τὰ παρὰ σοῦ πάλιν κατωρθωμένα. οὐ γὰρ ποταμοῖς ἐποίσεις ὀργήν· οὐχ ὁρμήσεις κατὰ θαλάσσης· οὐκ ἐν ἐκείνοις· πόθεν; τῆς σῆς θεοπρεποῦς ἐξουσίας διαλάμψει τὸ θαῦμα· ἀλλ’ ἐπιβήσῃ μᾶλλον ἐπὶ τοὺς ἵππους σου, και η ιππασια σου σωτηρια. τινες ο ἀν’ εἶεν οἱ ἵπποι
πάλιν; οἱ μακάριοι μαθηταὶ Ἀπόστολοί τε καὶ Εὐαγγελισταὶ, οἱ τοῖς θείοις αὐτοῦ θελήμασιν ὁλοτρόπως ὑπεζευγμένοι, οἱ τρυφεροὶ καὶ εὐήνιοι καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως 11 ἔχοντες τῶν δοκούντων αὐτῷ, οἱ Χριστὸν ἔποχόν τε καὶ ἡνίοχον ἔχοντες, ὧν εἷς ἐστὶ καὶ ὁ μακάριος Παῦλος, περὶ
12 οὗ φησιν αὐτός “Ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος
“βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν.’’ ὀξεῖς δὲ λίαν οἱ ‘ίπποι, περινοστοῦντες ἅπασαν τὴν ὑπ’ οὐρανόν. οὕτω 13 καὶ “Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον εἶναι λέγεται, “δας ἔχον εὐθηνούντων.’’ πλεῖστοι γὰρ ὅσοι κατὰ καιροὺς,
14 καὶ μετ’ ἐκείνους γεγόνασι λαῶν ἡγούμενοι καὶ τῆς διανοίας τὸν αὐχένα ταῖς τοῦ Σωτῆρος ὑπέχοντες ζεύγλαις, καὶ τοῖς ἁπανταχῆ τὴν δόξαν αὐτοῦ περιφέροντες, καὶ τὸν τῆς ἀληθείας 15 ὀρθοτομοῦντες λόγον, καὶ οἷον ἅπασαν ἱπποκροτοῦντες 16
τὴν γῆν. σωτηρία δὲ τῶν ἵππων ἡ ἱππασία ἔτρεχον γὰρ οὐ μάτην, ἀλλ’ ἵνα σώσειαν πόλεις, χώρας τε ὁμοῦ καὶ ἔθνη, καταστρέφοντος τοῦ χριστοῦ τὰς τῶν δαιμόνων ἀρχὰς, οἳ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν γῆν διενείμαντο, τοῖς ἰδίοις θελήμασιν ὑποφέροντες τοὺς κατοικοῦντας αὐτήν. ἐπειδὴ δὲ
ἔμελλον διαπίπτειν αἱ πάλαι τῶν δαιμόνων ἀρχαὶ, ταύτῃτοί φησιν εἰκότως Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τοὶ σκῆπτρα. ὁρμήσει γὰρ, καθάπερ ἔφην ἀρτίως, οὐκ ἐν ποταμοῖς ἢ θαλάσσαις, 17 ἀνατρέψει δὲ μᾶλλον τῶν δαιμονίων τὰ σκῆπτρα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.