ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασιν, ὁποῖόν ἐστι τὸ διὰ 1 2 φωνῆς Ἱερεμίου “Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρί- “βους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ “καὶ βαδίζετε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς “ὑμῶν·” καὶ μὴν καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυείδ 3 “Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν
“μου.” ἐτάκησαν δὴ οὖν βουνοὶ, φησὶ, τουτέστιν, οἱ παρὰ 4 τοῖς Ἰουδαίοις τὴν τοῦ καθηγεῖσθαι λαχόντες δόξαν, καὶ τὰ τῆς κατὰ νόμον ἱερουργίας ἀνημμένοι αὐχήματα. τὰς γάρ τοι πορεἰας, ἤτοι τὰς ἐντολὰς τοῦ Ἐμμανουήλ· δῆλον δὲ ὅτι τὰ εὐαγγελικὰ θεσπίσματα· καὶ τῶν ἀρχαίων χρησμῳδημάτων
τὴν ἀσυγκρίτως ἀμείνω τε καὶ φανοτέραν παίδευσιν ἀντὶ κόπων εἶδον, τουτέστιν, ἡγήσαντο φορτικὴν καὶ ἱδρῶτος ἔμπλεω, καίτοι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν 5 Σωτῆρος Χριστοῦ “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ 6 “πεφορτισμένοι, κἄγω ἀναπαύσω ὑμὰς. ἄρατε ’τον ζυγόν
“μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ “ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς “ὑμῶν. ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον “ἐλαφρόν ἐστι.” δύσοιστον δὲ καὶ ἑτέρως ἐποιοῦντό τινες τὰς πορειας αὐτοῦ, δι’ ὧν ἦν δύνασθαι διάττειν εὐκόλως εἰς
ζωὴν αἰώνιον. ὁ μὲν γὰρ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς μυστικῆς εὐλογίας τὴν δύναμιν ἥτις ποτε ἐστι διεσάφει 7 λέγων “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν 8 “τοῦ υἱοῦ του ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ “ἔχετε ζωὴν ἐν ἑαυτοῖς.” οἱ δὲ τῶν οὕτω σεπτῶν ἀκροώμενοι
9 λόγων παραληροῦντες ἔφασκον “Σκληρός ἐστιν ὁ λόγος 10 “οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; πῶς δύναται ἡμῖν οὗτος 11 δοῦναι τὴν σάρκα φαγεῖν;" ἐπεμαρτύρατο δὲ λέγων ὁ Εὐγγελιστὴς ὅτι “Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ 12 ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπά-
“τουν.” ὅτε καὶ αὐτοῖς τοῖς μαθηταῖς προσετίθει Χριστὸς τὸ, εἴπερ ἕλοιντο καὶ αὐτοὶ ἀποφοιτᾶν αὐτοῦ λέγων “Μὴ καὶ 13 ὑμεῖς θέλετε ὑπάγειν;” προσυπήντα γεμὴν ὁ Πέτρος διακεκραγώς “Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥή- 14 “ματα ζωῆς αἰωνίου ἔχεις.” οὐ γὰρ τεθέανται τὰς
ἀντὶ κόπων αὐτοὶ, ἀλλ’ ἦν ἡδύς τε αὐτοῖς καὶ ἀξιάκουστος ἀληθῶς ὁ λόγος. αἰωνίους δὲ τὰς πορείας εἶναί φησιν. πεπαύσεται γὰρ οὐδαμῶς, παρατενεῖ δὲ μᾶλλον εἰς αἰῶνα τὸν ἐνεστηκότα, καὶ μέχρι παντὸς στήσεται τὸ εὐαγγελικόν τε καὶ σωτήριον κήρυγμα, καίτοι τῆς ἀρχαιοτέρας καὶ νομικῆς
παλαιωθείσης ἐντολῆς, καὶ τὸ ἄμεμπτον οὐκ ἐχούσης, 15 καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ διὰ τοῦτο τῆς δευτέρας εἰσκεκομισμένης, “ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις” 16 νενομοθετῆσθαι λέγεται. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἐν πνεύματι προανακέκραγε λέγων πρὸς τὸν κύριον ἡμῶν
Ἰησοῦν τὸν Χριστόν “Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς 17 ’τον αἰῶνα, καὶ ο νόμος σου ἀλήθεια. οὐ μεμένηκε γὰρ, ὡς ἔφην, τὰ ἐν σκιαῖς, ἀλλὰ καὶ κατέληξαν μὲν οἱ τύποι, διαπέπηγε δὲ τὰ Χριστοῦ, καὶ μέχρι παντὸς τὸ ἀκράδαντον 18 ἔχει.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.