οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις πάντα σείοντες κάλων, οὐδὲν τῶν ἀτόπων ἐστὶν, ὃ μὴ κατειπεῖν αὐτοῦ τετολμήκασιν· ὥς ποτε μὲν ἐν 1 Βεελζεβοὺλ αὐτὸν ἐκβάλλειν οἴεσθαι τὰ δαιμόνια, ποτὲ δὲ καὶ φιλοπότην καλεῖν καὶ δαιμονῶντα. εἶτα δέον Σωτῆρά
2 τε καὶ Λυτρωτὴν τῶν ὅλων αὐτὸν ὀνομάζειν, ἀπεκτόνασιν ἀνοσίως, διάστροφον τὴν ψῆφον ἐπ’ αὐτῷ ἐξενεγκόντες οἱ 3 δείλαιοι, καίτοι τοῦ νόμου διηγορευκότος σαφῶς “Ἀθῷον Ἀθῷον “καὶ δίκαιον οὐκ άποκτενεῖς.” ἐπῃτιᾶτο δὲ καὶ ἑτέρως αὐτοὺς ὁ Χριστὸς, ὡς ὀρθὰ καὶ δίκαια φρονεῖν οὐκ ἀνέχω
μένους, ἀλλὰ σιωπῶντας μὲν, καὶ τὸν τῆς διανοίας ὀφθαλμὸν οἱονεὶ καταμύοντας ἐφ’ οἷς ἂν λέγοι Μωυσῆς, καίτοι τὸν ἐπὶ σαββάτῳ παραλύων νόμον· ἐπιθρώσκοντας δὲ, καὶ μάλα 4 πικρῶς, ἐφ’ οἷς ἃν αὐτὸς ἐργάσαιτο τῶν θεοπρεπῶν ἐν 5 σαββάτῳ· ἔφη γὰρ οὕτως “Ἓν ἔργον ἐποίησα, καὶ πάντες
“θαυμάζετε. διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περι- “τομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ’ ὅτι ἐκ τῶν “πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ “περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ “ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ἄνθρωπον ὅλον ὑγιῆ
“ἐποίησα ἐν σαββάτῳ; μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν 6 “δικαίαν κρίσιν κρίνετε.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.